Car Repair Manuals

Job

Ἰὼβ

Chapter 40

1  Καὶ ἀπεκρίθη κύριος θεὸς τῷ Ιὼβ καὶ εἶπεν

2  Μὴ κρίσιν μετὰ ἱκανοῦ ἐκκλινεῖ , ἐλέγχων θεὸν ἀποκριθήσεται αὐτήν ; 3  Ὑπολαβὼν δὲ Ιὼβ λέγει τῷ κυρίῳ 4  Τί ἔτι ἐγὼ κρίνομαι νουθετούμενος καὶ ἐλέγχων κύριον ἀκούων τοιαῦτα οὐθὲν ὤν ; ἐγὼ δὲ τίνα ἀπόκρισιν δῶ πρὸς ταῦτα ; χεῖρα θήσω ἐπὶ στόματί μου · 5  ἅπαξ λελάληκα , ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω .

6  Ἔτι δὲ ὑπολαβὼν κύριος εἶπεν τῷ Ιὼβ ἐκ τοῦ νέφους

7  Μή , ἀλλὰ ζῶσαι ὥσπερ ἀνὴρ τὴν ὀσφύν σου , ἐρωτήσω δέ σὲ , σὺ δέ μοι ἀποκρίθητι · 8  μὴ ἀποποιοῦ μου τὸ κρίμα . οἴει οἴει δέ με ἄλλως σοὶ κεχρηματικέναι ἵνα ἀναφανῇς δίκαιος ; 9  βραχίων σοί ἐστιν κατὰ τοῦ κυρίου , φωνῇ κατ᾿ αὐτὸν βροντᾷς ; 10  ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν , δόξαν δὲ καὶ τιμὴν ἀμφίεσαι · 11  ἀπόστειλον δὲ ἀγγέλους ὀργῇ , πᾶν δὲ ὑβριστὴν ταπείνωσον , 12  ὑπερήφανον δὲ σβέσον , σῆψον δὲ ἀσεβεῖς παραχρῆμα , 13  κρύψον δὲ εἰς γῆν ἔξω ὁμοθυμαδόν , τὰ δὲ πρόσωπα αὐτῶν ἀτιμίας ἔμπλησον · 14  ὁμολογήσω ἄρα ὅτι δύναται δεξιά σου σῶσαι . -

15  ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί · χόρτον ἴσα βουσὶν ἐσθίει . 16  ἰδοὺ δὴ ἰσχὺς αὐτοῦ ἐπ᾿ ὀσφύι , δὲ δύναμις ἐπ᾿ ὀμφαλοῦ γαστρός · 17  ἔστησεν οὐρὰν ὡς κυπάρισσον , τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται · 18  αἱ πλευραὶ αὐτοῦ πλευραὶ χάλκειαι , δὲ ῥάχις αὐτοῦ σίδηρος χυτός . 19  τοῦτ᾿ ἔστιν ἀρχὴ πλάσματος κυρίου , πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ . 20  ἐπελθὼν δὲ ἐπ᾿ ὄρος ἀκρότομον ἐποίησεν χαρμονὴν τετράποσιν ἐν τῷ Ταρτάρῳ · 21  ὑπὸ παντοδαπὰ δένδρα κοιμᾶται παρὰ πάπυρον καὶ κάλαμον καὶ βούτομον · 22  σκιάζονται δὲ ἐν αὐτῷ δένδρα μεγάλα σὺν ῥαδάμνοις καὶ κλῶνες ἄγνου . 23  ἐὰν γένηται πλήμμυρα οὐ μὴ αἰσθηθῇ , πέποιθεν ὅτι προσκρούσει Ἰορδάνης εἰς τὸ στόμα αὐτοῦ . 24  ἐν τῷ ὀφθαλμῷ αὐτοῦ δέξεται αὐτόν , ἐνσκολιευόμενος τρήσει ῥῖνα ; -

25  ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ , περιθήσεις δὲ φορβεὰν περὶ ῥῖνα αὐτοῦ ; 26  εἰ δήσεις κρίκον ἐν τῷ μυκτῆρι αὐτοῦ , ψελίῳ δὲ τρυπήσεις τὸ χεῖλος αὐτοῦ ; 27  λαλήσει δέ σοὶ δεήσει , ἱκετηρίᾳ μαλακῶς ; 28  θήσεται δὲ διαθήκην μετὰ σου , λήμψῃ δὲ αὐτὸν δοῦλον αἰώνιον ; 29  παίξῃ δὲ ἐν αὐτῷ ὥσπερ ὀρνέῳ δήσεις αὐτὸν ὥσπερ στρουθίον παιδίῳ ; 30  ἐνσιτοῦνται δὲ ἐν αὐτῷ ἔθνη , μεριτεύονται δὲ αὐτὸν φοινίκων γένη ; 31  πᾶν δὲ πλωτὸν συνελθὸν οὐ μὴ ἐνέγκωσιν βύρσαν μίαν οὐρᾶς αὐτοῦ καὶ ἐν πλοίοις ἁλιέων κεφαλὴν αὐτοῦ . 32  ἐπιθήσεις δὲ αὐτῷ χεῖρα μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ , καὶ μηκέτι γινέσθω .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era