1 Οὐχ ἑόρακας αὐτὸν οὐδὲ ἐπὶ τοῖς λεγομένοις τεθαύμακας ; 2 οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι ; τίς γάρ ἐστιν ὁ ἐμοὶ ἀντιστάς ;
3 ἢ τίς ἀντιστήσεταί μοι καὶ ὑπομενεῖ ; εἰ πᾶσα ἡ ὑπ᾿ οὐρανὸν ἐμὴ ἐστιν ; 4 οὐ σιωπήσομαι δι᾿ αὐτόν , καὶ λόγον δυνάμεως ἐλεήσει τὸν ἴσον αὐτοῦ . 5 τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ ; εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς ἂν εἰσέλθοι ; 6 πύλας προσώπου αὐτοῦ τίς ἀνοίξει ; κύκλῳ ὀδόντων αὐτοῦ φόβος . 7 τὰ ἔγκατα αὐτοῦ ἀσπίδες χάλκειαι , σύνδεσμος δὲ αὐτοῦ ὥσπερ σμιρίτης λίθος · 8 εἷς τοῦ ἑνὸς κολλῶνται , πνεῦμα δὲ οὐ μὴ διέλθῃ αὐτόν · 9 ἀνὴρ τῷ ἀδελφῷ αὐτοῦ προσκολληθήσεται , συνέχονται καὶ οὐ μὴ ἀποσπασθῶσιν . 10 ἐν πταρμῷ αὐτοῦ ἐπιφαύσκεται φέγγος , οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἶδος ἑωσφόρου . 11 ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι καὶ διαρριπτοῦνται ἐσχάραι πυρός · 12 ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου καιομένης πυρὶ ἀνθράκων · 13 ἡ ψυχὴ αὐτοῦ ἄνθρακες , φλὸξ δὲ ἐκ στόματος αὐτοῦ ἐκπορεύεται . 14 ἐν δὲ τραχήλῳ αὐτοῦ αὐλίζεται δύναμις , ἔμπροσθεν αὐτοῦ τρέχει ἀπώλεια . 15 σάρκες δὲ σώματος αὐτοῦ κεκόλληνται · καταχέει ἐπ᾿ αὐτόν οὐ σαλευθήσεται . 16 ἡ καρδία αὐτοῦ πέπηγεν ὡς λίθος , ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος . 17 στραφέντος δὲ αὐτοῦ φόβος θηρίοις τετράποσιν ἐπὶ γῆς ἁλλομένοις . 18 ἐὰν συναντήσωσιν αὐτῷ λόγχαι οὐδὲν μὴ ποιήσωσιν δόρυ ἐπηρμένον καὶ θώρακα · 19 ἥγηται μὲν γὰρ σίδηρον ἄχυρα , χαλκὸν δὲ ὥσπερ ξύλον σαθρόν · 20 οὐ μὴ τρώσῃ αὐτὸν τόξον χάλκειον , ἥγηται μὲν πετροβόλον χόρτον · 21 ὡς καλάμη ἐλογίσθησαν σφῦραι , καταγελᾷ δὲ σεισμοῦ πυρφόρου . 22 ἡ στρωμνὴ αὐτοῦ ὀβελίσκοι ὀξεῖς , πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ᾿ αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος . 23 ἀναζεῖ τὴν ἄβυσσον ὥσπερ χαλκεῖον , ἥγηται δὲ τὴν θάλασσαν ὥσπερ ἐξάλειπτρον , 24 τὸν δὲ τάρταρον τῆς ἀβύσσου ὥσπερ αἰχμάλωτον · ἐλογίσατο ἄβυσσον εἰς περίπατον . 25 οὐκ ἔστιν οὐδὲν ἐπὶ τῆς γῆς ὅμοιον αὐτῷ πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων μου · 26 πᾶν ὑψηλὸν ὁρᾷ , αὐτὸς δὲ βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν .