Car Repair Manuals

Job

Ἰὼβ

Chapter 6

1  Ὑπολαβὼν δὲ Ιὼβ λέγει

2  Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν , τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν , 3  καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται · ἀλλ᾿ ὡς ἔοικεν , τὰ ῥήματά μού ἐστιν φαῦλα . 4  βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν , ὧν θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα · ὅταν ἄρξωμαι λαλεῖν κεντοῦσί με . 5  τί γάρ ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος , ἀλλ᾿ τὰ σῖτα ζητῶν ; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα ; 6  εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός ; εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς ; 7  οὐ δύναται γὰρ παύσασθαί μου ψυχή · βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος .

8  εἰ γὰρ δῴη , καὶ ἔλθοι μου αἴτησις , καὶ τὴν ἐλπίδα μου δῴη κύριος . 9  ἀρξάμενος κύριος τρωσάτω με , εἰς τέλος δὲ μή με ἀνελέτω . 10  εἴη δέ μου πόλις τάφος , ἐφ᾿ ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ᾿ αὐτῆς , οὐ μὴ φείσωμαι · οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια θεοῦ μου . 11  τίς γάρ μου ἰσχύς , ὅτι ὑπομένω ; τίς μου χρόνος , ὅτι ἀνέχεταί μου ψυχή ; 12  μὴ ἰσχὺς λίθων ἰσχύς μου ; αἱ σάρκες μού εἰσιν χάλκειαι ; 13  οὐκ ἐπ᾿ αὐτῷ ἐπεποίθειν ; βοήθεια δὲ ἀπ᾿ ἐμοῦ ἄπεστιν .

14  ἀπείπατό με ἔλεος , ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με . 15  οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου · ὥσπερ χειμάρρους ἐκλείπων ὥσπερ κῦμα παρῆλθόν με · 16  οἵτινές με , διευλαβοῦντο νῦν ἐπιπεπτώκασίν μοι ὥσπερ χιὼν κρύσταλλος πεπηγώς · 17  καθὼς τακεῖσα θέρμης γενομένης οὐκ ἐπεγνώσθη ἐπεγνώσθη ὅπερ ἦν , 18  οὕτως κἀγὼ κατελείφθην ὑπὸ πάντων , ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην . 19  ἴδετε ὁδοὺς Θαιμανὼν , ἀτραποὺς Σαβὼν , οἱ διορῶντες · 20  καὶ αἰσχύνην ὀφειλήσουσιν οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιθότες . 21  ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως , ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε . 22  τί γάρ ; μή τι ὑμᾶς ᾔτησα τῆς παρ᾿ ὑμῶν ἰσχύος ἐπιδέομαι 23  ὥστε σῶσαί με ἐξ ἐχθρῶν ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με ;

24  διδάξατέ με , ἐγὼ δὲ κωφεύσω · εἴ τι πεπλάνημαι , φράσατέ μοι . 25  ἀλλ᾿ ὡς ἔοικεν , φαῦλα ἀληθινοῦ ῥήματα , οὐ γὰρ παρ᾿ ὑμῶν ἰσχὺν αἰτοῦμαι · 26  οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει , οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι . 27  πλὴν ὅτι ἐπ᾿ ὀρφανῷ ἐπιπίπτετε , ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν . 28  νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι . 29  καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον , καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε . 30  οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον · λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ ;




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era