Car Repair Manuals

Job

Ἰὼβ

Chapter 36

1  Προσθεὶς δὲ Ἐλιοὺς ἔτι λέγει

2  Μεῖνόν με μικρὸν ἔτι , ἵνα διδάξω σὲ · ἔτι γὰρ ἐν ἐμοί ἐστιν λέξις . 3  ἀναλαβὼν τὴν ἐπιστήμην μου μακρὰν ἔργοις δέ μου δίκαια ἐρῶ 4  ἐπ᾿ ἀληθείας καὶ οὐκ ἄδικα ῥήματα · ἀδίκως συνίεις .

5  γίγνωσκε δὲ ὅτι κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον . δυνατὸς ἰσχύϊ καρδίας 6  ἀσεβῆ οὐ μὴ ζωοποιήσει καὶ κρίμα πτωχῶν δώσει . 7  οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ · καὶ μετὰ βασιλέων εἰς θρόνον καὶ καθιεῖ αὐτοὺς εἰς νῖκος ,1 καὶ ὑψωθήσονται . 8  καὶ εἰ πεπεδημένοι ἐν χειροπέδαις συσχεθήσονται ἐν σχοινίοις πενίας , 9  καὶ ἀναγγελεῖ αὐτοῖς τὰ ἔργα αὐτῶν καὶ τὰ παραπτώματα αὐτῶν , ὅτι ἰσχύσουσιν . 10  ἀλλὰ τοῦ δικαίου εἰσακούσεται · καὶ εἶπεν ὅτι ἐπιστραφήσονται ἐξ ἀδικίας . 11  ἐὰν ἀκούσωσιν καὶ δουλεύσωσιν , συντελέσουσιν τὰς ἡμέρας αὐτῶν ἐν ἀγαθοῖς καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις . 12  ἀσεβεῖς δὲ οὐ διασῴζει παρὰ τὸ μὴ βούλεσθαι εἰδέναι αὐτοὺς τὸν κύριον καὶ διότι νουθετούμενοι ἀνήκοοι ἦσαν .

13  καὶ ὑποκριταὶ καρδίᾳ τάξουσιν θυμόν · οὐ βοήσονται , ὅτι ἔδησεν αὐτούς . 14  ἀποθάνοι τοίνυν ἐν νεότητι ψυχὴ αὐτῶν , δὲ ζωὴ αὐτῶν τιτρωσκομένη ὑπὸ ἀγγέλων , 15  ἀνθ᾿ ὧν ἔθλιψαν ἀσθενῆ καὶ ἀδύνατον · κρίμα δὲ πραέων ἐκθήσει . 16  καὶ προσέτι ἠπάτησέν σὲ ἐκ στόματος ἐχθροῦ · ἄβυσσος , κατάχυσις ὑποκάτω αὐτῆς · καὶ κατέβη τράπεζά σου πλήρης πιότητος . 17  οὐχ ὑστερήσει δὲ ἀπὸ δικαίων κρίμα , 18  θυμὸς δὲ ἐπ᾿ ἀσεβεῖς ἔσται δι᾿ ἀσέβειαν δώρων , ὧν ἐδέχοντο ἐπ᾿ ἀδικίαις .

19  μή σὲ ἐκκλινάτω ἑκὼν νοῦς δεήσεως ἐν ἀνάγκῃ ὄντων ἀδυνάτων , καὶ πάντας τοὺς κραταιοῦντας ἰσχύν . 20  μὴ ἐξελκύσῃς τὴν νύκτα τοῦ ἀναβῆναι λαοὺς ἀντ᾿ αὐτῶν · 21  ἀλλὰ φύλαξαι μὴ πράξῃς ἄτοπα · ἐπὶ τοῦτον γὰρ ἐξείλω ἀπὸ πτωχείας .

22  ἰδοὺ ἰσχυρὸς κραταιώσει ἐν ἰσχύϊ αὐτοῦ · τίς γάρ ἐστιν κατ᾿ αὐτὸν δυνάστης ; 23  τίς δέ ἐστιν ἐτάζων αὐτοῦ τὰ ἔργα ; τίς εἴπας Ἔπραξεν ἄδικα ; 24  μνήσθητι ὅτι μεγάλα ἐστὶν αὐτοῦ τὰ ἔργα , ὧν ἦρξαν ἄνδρες · 25  πᾶς ἄνθρωπος εἶδεν ἐν ἑαυτῷ , ὅσοι τιτρωσκόμενοί εἰσιν βροτοί . 26  ἰδοὺ ἰσχυρὸς πολύς καὶ οὐ γνωσόμεθα · ἀριθμὸς ἐτῶν αὐτοῦ καὶ ἀπέραντος . 27  ἀριθμηταὶ δὲ αὐτῷ σταγόνες ὑετοῦ , καὶ ἐπιχυθήσονται ὑετῷ εἰς νεφέλην · 28  ῥυήσονται παλαιώματα , ἐσκίασεν δὲ νέφη ἐπὶ ἀμυθήτων βροτῶν . 28a  ὥραν ἔθετο κτήνεσιν , οἴδασιν δὲ κοίτης τάξιν . 28b  ἐπὶ τούτοις πᾶσιν οὐκ ἐξίσταταί σου διάνοια οὐδὲ διαλλάσσεταί σου καρδία ἀπὸ σώματος ; 29  καὶ ἐὰν συνῇ ἀπεκτάσεις νεφέλης , ἰσότητα σκηνῆς αὐτοῦ , 30  ἰδοὺ ἐκτείνει ἐπ᾿ αὐτὸν ἠδώ , καὶ ῥιζώματα τῆς θαλάσσης ἐκάλυψεν . 31  ἐν γὰρ αὐτοῖς κρινεῖ λαούς , δώσει τροφὴν τῷ ἰσχύοντι . 32  ἐπὶ χειρῶν ἐκάλυψεν φῶς καὶ ἐνετείλατο περὶ αὐτῆς ἐν ἀπαντῶντι · 33  ἀναγγελεῖ περὶ αὐτοῦ φίλον αὐτοῦ κτῆσις καὶ περὶ ἀδικίας .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era