Car Repair Manuals

Job

Ἰὼβ

Chapter 23

1  ὑπολαβὼν δὲ Ιὼβ λέγει

2  καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἔλεγξίς ἐστιν καὶ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ᾿ ἐμῷ στεναγμῷ 3  τίς δ᾿ ἄρα γνοίη ὅτι εὕροιμι αὐτὸν καὶ ἔλθοιμι εἰς τέλος 4  εἴποιμι δὲ ἐμαυτοῦ κρίμα τὸ δὲ στόμα μου ἐμπλήσαιμι ἐλέγχων 5  γνῴην δὲ ῥήματα μοι ἐρεῖ αἰσθοίμην δὲ τίνα μοι ἀπαγγελεῖ 6  καὶ εἰ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται 7  ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ᾿ αὐτοῦ ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου 8  εἰς γὰρ πρῶτα πορπορεύσομαι καὶ οὐκέτι εἰμί τὰ δὲ ἐπ᾿ ἐσχάτοις τί οἶδα

9  ἀριστερὰ ποιήσαντος αὐτοῦ καὶ οὐ κατέσχον περιβαλεῖ δεξιά καὶ οὐκ ὄψομαι 10  οἶδεν γὰρ ἤδη ὁδόν μου διέκρινεν δέ με ὥσπερ τὸ χρυσίον 11  ἐξελεύσομαι δὲ ἐν ἐντάλμασιν αὐτοῦ ὁδοὺς γὰρ αὐτοῦ ἐφύλαξα καὶ οὐ μὴ ἐκκλίνω 12  ἀπὸ ἐνταλμάτων αὐτοῦ καὶ οὐ μὴ πορπαρέλθω ἐν δὲ κόλπῳ μου ἔκρυψα ῥήματα αὐτοῦ

13  εἰ δὲ καὶ αὐτὸς ἔκρινεν οὕτως τίς ἐστιν ἀντειπὼν αὐτῷ γὰρ αὐτὸς ἠθέλησεν καὶ ἐποίησεν 15  διὰ τοῦτο ἐπ᾿ αὐτῷ ἐσπούδακα νουθετούμενος δὲ ἐφρόντισα αὐτοῦ 15a  ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ κατανοήσω καὶ πτοηθήσομαι ἐξ αὐτοῦ

16  κύριος δὲ ἐμαλάκυνεν τὴν καρδίαν μου δὲ παντοκράτωρ ἐσπούδασέν με 17  οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era