Car Repair Manuals

Job

Ἰὼβ

Chapter 2

1  Ἐγένετο δὲ ὡς ἡμέρα αὕτη καὶ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἔναντι κυρίου , καὶ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν παραστῆναι ἐναντίον τοῦ κυρίου . 2  καὶ εἶπεν κύριος τῷ διαβόλῳ Πόθεν σὺ ἔρχῃ ; τότε εἶπεν διάβολος ἐνώπιον τοῦ κυρίου Διαπορευθεὶς τὴν ὑπ᾿ οὐρανὸν καὶ ἐμπεριπατήσας τὴν σύμπασαν πάρειμι . 3  εἶπεν δὲ κύριος πρὸς τὸν διάβολον Προσέσχες οὖν τῷ θεράποντί μου Ιώβ , , ὅτι οὐκ ἔστιν κατ᾿ αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄκακος , ἀληθινός , ἄμεμπτος , θεοσεβής , ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ ; ἔτι δὲ ἔχεται ἀκακίας · σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι . 4  ὑπολαβὼν δὲ διάβολος εἶπεν τῷ κυρίῳ Δέρμα ὑπὲρ δέρματος · ὅσα ὑπάρχει ἀνθρώπῳ , ὑπὲρ τῆς ψυχῆς αὐτοῦ ἐκτείσει · 5  οὐ μὴν δὲ ἀλλὰ ἀποστείλας τὴν χεῖρά σου ἅψαι τῶν ὀστῶν αὐτοῦ καὶ τῶν σαρκῶν αὐτοῦ · εἰ μὴν εἰς πρόσωπόν σὲ εὐλογήσει . 6  εἶπεν δὲ κύριος τῷ διαβόλῳ Ἰδοὺ παραδίδωμί σοὶ αὐτόν , μόνον τὴν ψυχὴν αὐτοῦ διαφύλαξον .

7  Ἐξῆλθεν δὲ διάβολος ἀπὸ τοῦ κυρίου καὶ ἔπαισεν τὸν Ιὼβ ἕλκει πονηρῷ ἀπὸ ποδῶν ἕως κεφαλῆς . 8  καὶ ἔλαβεν ὄστρακον , ἵνα τὸν ἰχῶρα ξύῃ , καὶ ἐκάθητο ἐπὶ τῆς κοπρίας ἔξω τῆς πόλεως .

9  Χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῷ γυνὴ αὐτοῦ Μέχρι τίνος καρτερήσεις λέγων 9a  Ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου ; 9b  ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς , υἱοὶ καὶ θυγατέρες , ἐμῆς κοιλίας ὠδῖνες καὶ πόνοι , οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων . 9c  σύ τε αὐτὸς ἐν σαπρίᾳ σκωλήκων κάθησαι διανυκτερεύων αἴθριος · 9d  κἀγὼ πλανῆτις πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου περιερχομένη καὶ οἰκίαν ἐξ οἰκίας προσδεχομένη τὸν ἥλιον πότε δύσεται , ἵνα ἀναπαύσωμαι τῶν μόχθων καὶ τῶν ὀδυνῶν , αἵ με νῦν συνέχουσιν . 9e  ἀλλὰ εἰπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα τελεύτα . 10  δὲ ἐμβλέψας εἶπεν αὐτῇ Ὥσπερ μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας · εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς κυρίου , τὰ κακὰ οὐχ ὐποίσομεν ; ἐν πᾶσιν τούτοις τοῖς συμβεβηκόσιν αὐτῷ οὐδὲν ἥμαρτεν Ιὼβ τοῖς χείλεσιν ἐναντίον τοῦ θεοῦ .

11  Ἀκούσαντες δὲ οἱ τρεῖς φίλοι αὐτοῦ τὰ κακὰ πάντα τὰ ἐπελθόντα αὐτῷ παρεγένοντο ἕκαστος ἐκ τῆς ἰδίας χώρας πρὸς αὐτόν , Ἑλιφὰς Θαιμανὼν βασιλεύς , Βαλδὰδ Σαυχαίων τύραννος , Σωφὰρ Μιναίων βασιλεύς , καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν . 12  ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν καὶ καταπασάμενοι γῆν . 13  παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας , καὶ οὐδεὶς αὐτῶν ἐλάλησεν · ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era