Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 1

1 Ἀδάμ, Σήθ, Ἑνώς, 2 Καϊνᾶν, Μαλελεήλ, Ἰάρεδ, 3 Ἐνώχ, Μαθουσάλα, Λάμεχ, 4 Νῶε· υἱοὶ Νῶε, Σήμ, Χάμ, Ιάφεθ.

5 Υἱοὶ Ιάφεθ, Γαμέρ, Μαγώγ, Μαδαί, Ἰωύαν, Ἐλισά, Θόβελ, Μοσόχ, καὶ Θίρας. 6 καὶ υἱοὶ Γαμέρ, Ἀσχανάζ, καὶ Ῥιφάθ, καὶ Θοργαμά. 7 καὶ υἱοὶ Ἰωύαν, Ἐλισά, καὶ Θάρσις, Κίτιοι, καὶ Ῥόδιοι.

8 Καὶ υἱοὶ Χάμ, Χούς, καὶ Μεστραΐμ, Φούδ, καὶ Χαναάν. 9 καὶ υἱοὶ Χούς, Σαβά, καὶ Εὐιλάτ, καὶ Σαβαθά, καὶ Ῥεγμά, καὶ Σεβεκαθά,1 καὶ υἱοὶ Ῥεγμά, Σαβά, καὶ Οὐδαδάν.2 10 καὶ Χοὺς ἐγέννησεν τὸν Νεβρὼδ οὗτος ἤρξατο τοῦ εἶναι γίγας κυνηγὸς ἐπὶ τῆς γῆς.

17 Υἱοὶ Σήμ, Αἰλάμ, καὶ Ἀσσούρ, 24 καὶ Ἀρφαξάδ, Σαλά, 25 Ἕβερ, Φαλέκ, Ῥαγαῦ 26 Σερούχ, Ναχώρ, Θάρα, 27 Ἁβραάμ·

28 Υἱοὶ δὲ Ἁβραάμ· Ἰσαὰκ καὶ Ἰσμαὴλ 29 αὗται δὲ αἱ γενέσεις πρωτοτόκου Ἰσμαήλ· Ναβαϊώθ, καὶ Κηδάρ, Ναβδεήλ, Μαβσάν,3 30 Μασμά, Ἰδουμά, Μασσῆ, Χοδδάδ, Θαιμάν, 31 Ἰεττούρ, Ναφές, καὶ Κεδμά· οὗτοί εἰσιν υἱοὶ Ἰσμαήλ.

32 Καὶ υἱοὶ Χεττούρας παλλακῆς Ἁβραάμ· καὶ ἔτεκεν αὐτῷ τὸν Ζεμβράν, Ἰεξάν, Μαδάν, Μαδιάμ, Σοβάκ, Σωέ· καὶ υἱοὶ Ἰεξάν, Σαβά, καὶ Δαιδάν. 33 καὶ υἱοὶ Μαδιάμ, Γαιφά, καὶ Οφέρ, καὶ Ἐνώχ, καὶ Ἀβιδά, καὶ Ἐλδαδά· πάντες οὗτοι υἱοὶ Χεττούρας.

34 Καὶ ἐγέννησεν Ἁβραὰμ τὸν Ἰσαάκ· καὶ υἱοὶ Ἰσαάκ, Ἡσαῦ, καὶ Ἰακώβ. 35 υἱοὶ Ἡσαῦ, Ἑλιφὰς καὶ Ῥαγουήλ, καὶ Ἰεούλ, καὶ Ἰεγλόμ, καὶ Κορέ. 36 υἱοὶ Ἑλιφάς, Θαιμάν, καὶ Ὠμάρ, Σωφάρ, καὶ Γοωθάμ, καὶ Κενέζ, καὶ τῆς Θαμνὰ Ἀμαλήκ. 37 καὶ υἱοὶ Ῥαγουήλ, Ναχέθ, Ζαρέ, Σομέ, καὶ Μοζέ.

38 υἱοὶ Σηίρ, Λωτάν, Σωβάλ, Σεβεγών, Ἀνά, Δησών, Ὠσάρ, Δαισών. 39 καὶ υἱοὶ Λωτάν, Χορρί, καὶ Αἱμάν, καὶ Αἰλάθ, καὶ Ναμνά. 40 υἱοὶ Σωβάλ, Γολάμ, Μαναχάθ, Γαιβήλ, Σώβ, καὶ Ὠνάμ. υἱοὶ δὲ Σεβεγών, Ἀιά, καὶ Ἀνά. 41 υἱοὶ Ἀνά, Δαισών. υἱοὶ δὲ Δησών, Ἐμερών, καὶ Ἐσεβάν, καὶ Ἰεθράν, καὶ Χαῤῥάν. 42 καὶ υἱοὶ Ὠσάρ, Βαλαὰν καὶ Ζουκάν, καὶ Ἰοκάν, υἱοὶ Δαισών, Ὤς, καὶ Ἀῤῥάν.

43 Καὶ οὗτοι οἱ βασιλεῖς αὐτῶν· Βαλὰκ υἱὸς Βεώρ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενναβά. 44 καὶ ἀπέθανεν Βαλάκ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἰωβὰβ υἱὸς Ζαρὰ ἐκ Βοσόρρας. 45 καὶ ἀπέθανεν Ἰωβάβ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ασὸμ ἐκ τῆς γῆς Θαιμανών. 46 καὶ ἀπέθανεν Ασόμ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀδὰδ υἱὸς Βαράδ, πατάξας Μαδιὰμ ἐν τῷ πεδίῳ Μωάβ· καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γεθθαίμ. 47 καὶ ἀπέθανεν Ἀδάδ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαμαὰ ἐκ Μασεκκάς. 48 καὶ ἀπέθανεν Σαμαά, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Σαοὺλ ἐκ Ῥοωβὼθ τῆς παρὰ ποταμόν. 49 καὶ ἀπέθανεν Σαούλ, καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Βαλαεννὼν υἱὸς Ἀχοβώρ. 50 καὶ ἀπέθανεν Βαλαεννών, υἱὸς Ἀχοβὼρ καὶ ἐβασίλευσεν ἀντ᾿ αὐτοῦ Ἀδὰδ υἱὸς Βαράδ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Φογώρ.

51 Καὶ ἀπέθανεν Ἀδὰδ καὶ ἦσαν ἡγεμόνες Ἐδώμ· ἡγεμὼν Θαμανά, ἡγεμὼν Γωλά, ἡγεμὼν Ἰεθέτ, 52 ἡγεμὼν Ἐλιβαμάς, ἡγεμὼν Ἡλάς, ἡγεμὼν Φινών, 53 ἡγεμὼν Κενέζ, ἡγεμὼν Θαιμάν, ἡγεμὼν Μαβσάρ, 54 ἡγεμὼν Μεγεδιήλ, ἡγεμὼν Ἠράμ, οὗτοι ἡγεμόνες Ἐδώμ.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era