Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 14

1  Καὶ ἀπέστειλεν Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ οἰκοδόμους τοίχων καὶ τέκτονας ξύλων τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον. 2  καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμησεν αὐτὸν κύριος ἐπὶ Ἰσραήλ, ὅτι ηὐξήθη εἰς ὕψος βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

3  Καὶ ἔλαβεν Δαυὶδ ἔτι γυναῖκας ἐν Ἱερουσαλήμ, καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες. 4  καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαά, Ἰσοβαάμ, Νάθαν, Σαλωμὼν 5  καὶ Ἰβαὰρ καὶ Ἐλισαὲ καὶ Ἐλιφαλὲτ 6  καὶ Ναγὲ καὶ Ναφὰγ καὶ Ἰανουοὺ 7  καὶ Ἐλισαμαὲ καὶ Βαλεγδαὲ καὶ Ἐλιφαλέτ.

8  Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ, καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ. καὶ ἤκουσεν Δαυὶδ καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς. 9  καὶ ἀλλόφυλοι ἦλθον καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων. 10  καὶ ἠρώτησεν Δαυὶδ διὰ τοῦ θεοῦ λέγων Εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ κύριος Ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου. 11  καὶ ἀνέβη εἰς Βάαλ Φαρασὶν καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δαυίδ· καὶ εἶπεν Δαυὶδ διέκοψεν θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Διακοπὴ Φαρασίν. 12  καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν, καὶ εἶπεν Δαυὶδ κατακαῦσαι αὐτοὺς ἐν πυρί.

13  καὶ προσέθεντο ἔτι ἀλλόφυλοι καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων. 14  καὶ ἠρώτησεν Δαυὶδ ἔτι ἐν θεῷ, καὶ εἶπεν αὐτῷ θεός Οὐ πορεύσῃ ὀπίσω αὐτῶν, ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων· 15  καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σὲ τὴν φωνὴν τοῦ συσσεισμοῦ τῶν ἄκρων τῶν ἀπίων, τότε ἐξελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων. 16  καὶ ἐποίησεν καθὼς ἐνετείλατο αὐτῷ θεός, καὶ ἐπάταξεν τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζαρά. 17  καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ κύριος ἔδωκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era