1 Καὶ οὗτοι ἦσαν υἱοὶ Δαυὶδ οἱ τεχθέντες αὐτῷ ἐν Χεβρών· ὁ πρωτότοκος Ἀμνὼν τῇ Ἀχιναὰμ τῇ Ἰεζραηλίτιδι, ὁ δεύτερος Δανιὴλ τῇ Ἀβιγαία τῇ Καρμηλίᾳ, 2 ὁ τρίτος Αβεσσαλὼμ υἱὸς Μωχὰ θυγατρὸς Θολμαὶ βασιλέως Γεδσούρ, ὁ τέταρτος Ἀδονία υἱὸς Ἀγγίθ, 3 ὁ πέμπτος Σαφατία τῆς Ἀβιτάλ, ὁ ἕκτος Ἰεθραὰμ τῇ Ἁγλᾷ γυναικὶ αὐτοῦ. 4 ἓξ ἐγεννήθησαν αὐτῷ ἐν Χεβρών, καὶ ἐβασίλευσεν ἐκεῖ ἑπτὰ ἔτη καὶ ἑξάμηνον. καὶ τριάκοντα καὶ τρία ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ, 5 καὶ οὗτοι ἐτέχθησαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαά, Σωβάβ, Νάθαν καὶ Σαλωμών, τέσσαρες τῇ Βηρσαβεὲ θυγατρὶ Ἀμιήλ, 6 καὶ Ἰβαὰρ καὶ Ἐλισαμὰ καὶ Ἐλιφαλὲτ 7 καὶ Ναγὲ καὶ Ναφὰγ καὶ Ἰανουέ. 8 καὶ Ἐλισαμὰ καὶ Ἐλιαδὰ καὶ Ἐλιφαλέτ, ἐννέα. 9 πάντες υἱοὶ Δαυὶδ πλὴν τῶν υἱῶν τῶν παλλακῶν, καὶ Θήμαρ ἀδελφὴ αὐτῶν.
10 Υἱοὶ Σαλωμών· Ῥοβοάμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰωσαφὰτ υἱὸς αὐτοῦ, 11 Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζία υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, 12 Ἀμασίας υἱὸς αὐτοῦ, Ἀζαρία υἱὸς αὐτοῦ, Ἰωάθαν υἱὸς αὐτοῦ, 13 Ἄχαζ υἱὸς αὐτοῦ, Ἐζεκίας υἱὸς αὐτοῦ, Μανασσῆς υἱὸς αὐτοῦ, 14 Ἀμὼν υἱὸς αὐτοῦ, Ἰωσία υἱὸς αὐτοῦ. 15 καὶ υἱοὶ Ἰωσία· πρωτότοκος Ἰωανάν, ὁ δεύτερος Ίωακίμ, ὁ τρίτος Σεδεκία, ὁ τέταρτος Σαλούμ. 16 καὶ υἱοὶ Ίωακίμ· Ἰεχονίας υἱὸς αὐτοῦ, Σεδεκίας υἱὸς αὐτοῦ. 17 καὶ υἱοὶ Ἰεχονία Ἀσίρ· Σαλαθιὴλ υἱὸς αὐτοῦ, 18 Μελχειρὰμ καὶ Φαδαίας καὶ Σανεσὰρ καὶ Ἰεκενιὰ καὶ Ὡσαμὼθ καὶ Δενεθεί. 19 καὶ υἱοὶ Σαλαθιήλ· Ζοροβάβελ καὶ Σεμεΐ. καὶ υἱοὶ Ζοροβάβελ· Μοσολόαμος καὶ Ἁνανιά, καὶ Σαλωμὶθ ἀδελφὴ αὐτῶν, 20 καὶ Ἁσουβὲ καὶ Ὀὸλ καὶ Βαραχιὰ καὶ Ἁσαδιὰ καὶ Ἀσοβαέσδ, πέντε. 21 καὶ υἱοὶ Ἁνανιά· Φαλλετία, καὶ Ἰσαία υἱὸς αὐτοῦ, Ῥαφαία υἱὸς αὐτοῦ, Ὀρνὰ υἱὸς αὐτοῦ, Άβδία υἱὸς αὐτοῦ, Σεχενία υἱὸς αὐτοῦ. 22 καὶ υἱὸς Σεχενία· Σαμαία. καὶ υἱοὶ Σαμαία· Χαττοὺς καὶ Ἰωὴλ καὶ Μαρὶ καὶ Νωαδία καὶ Σαφάθ, ἕξ. 23 καὶ υἱοὶ Νωαδία· Ἐλιθενὰν καὶ Ἐζεκία καὶ Ἐζρικάμ, τρεῖς. 24 καὶ υἱοὶ Ἐλιθενάν· Ὁδουία καὶ Ἐλιασὶβ καὶ Φαλαία καὶ Ἀκοὺν καὶ Ἰωανὰν καὶ Δαλαία καὶ Ἁνανί, ἑπτά.