Car Repair Manuals

I Chronicles

Παραλειπομένων Α'

Chapter 25

1  Καὶ ἔστησεν Δαυὶδ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδιθὼν τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις. καὶ ἐγένετο ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν· 2  υἱοὶ Ἀσὰφ Ζακχοὺρ καὶ Ἰωσὴφ καὶ Ναθανιὰς καὶ Ἐραήλ, υἱοὶ Ἀσὰφ ἐχόμενοι Ἀσὰφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως. 3  τῷ Ἰδιθὼν υἱοὶ Ἰδιθών· Γοδολία καὶ Σουρὶ καὶ Ἰσαία καὶ Σεμεῒ καὶ Ἀσαβία καὶ Ματταθιάς, ἕξ, μετὰ τὸν πατέρα αὐτῶν Ἰδιθὼν ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ. 4  τῷ Αιμανὶ υἱοὶ Αἱμάν· Βουκιὰς καὶ Μανθανιὰς καὶ Ἀζαραὴλ καὶ Σουβαὴλ καὶ Ἰεριμὼθ καὶ Ἀνανίας καὶ Ἁνανὶ καὶ Ἠλιαθὰ καὶ Γοδολλαθὶ καὶ Ῥωμεμθι-ὼδ καὶ Ἰεσβακασὰ καὶ Μαλληθὶ καὶ Ὠθηρὶ καὶ Μεαζώθ· 5  πάντες οὗτοι υἱοὶ τῷ Αἱμὰν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας, καὶ ἔδωκεν θεὸς τῷ Αἱμὰν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς. 6  πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ Ἀσὰφ καὶ Ἰδιθὼν καὶ Αιμανί. 7  καὶ ἐγένετο ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν, δεδιδαγμένοι ᾄδειν κυρίῳ, πᾶς συνίων, διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ. 8  καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν, τελείων καὶ μανθανόντων.

9  καὶ ἐξῆλθεν κλῆρος πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ Ἀσὰφ τῷ Ἰωσὴφ Γοδολία· δεύτερος Ἠνία, ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ, δέκα δύο· 10  τρίτος Ζακχούρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 11  τέταρτος Ἰεσδρί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 12  πέμπτος Ναθανιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο· 13  ἕκτος Βουκιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 14  ἕβδομος Ἰσεριήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 15  ὄγδοος Ἰωσία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 16  ἔνατος Μανθανιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 17  δέκατος Σεμεΐ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 18  ἑνδέκατος Ἀζαρία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 19  δωδέκατος Ἀσαβία, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 20  τρισκαιδέκατος Σουβαήλ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 21  τεσσαρεσκαιδέκατος Ματταθιάς, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 22  πεντεκαιδέκατος Ἰεριμώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 23  ἑκκαιδέκατος Ἀνανίας, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 24  ἑπτακαιδέκατος Ἰεσβακασά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 25  ὀκτωκαιδέκατος Ἁνανί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο · 26  ἐννεακαιδέκατος Μελληθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 27  εἰκοστὸς Ἐλιαθά, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 28  εἰκοστὸς πρῶτος Ἠθίρ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 29  εἰκοστὸς δεύτερος Γοδολλαθί, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 30  τρίτος καὶ εἰκοστὸς Μεαζώθ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο· 31  τέταρτος καὶ εἰκοστὸς Ῥωμεμθι-ώδ, υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ, δέκα δύο.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era