Car Repair Manuals

exodus

ἔξοδος

Chapter 1

1  ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα Ἰακὼβ τῷ πατρὶ αὐτῶν ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν 2  Ῥουβὴν Συμεὼν Λευὶ Ἰούδας 3  Ἰσσαχὰρ Ζαβουλὼν καὶ Βενιαμὶν 4  Δὰν καὶ Νεφθαλὶ Γὰδ καὶ Ἀσὴρ 5  Ἰωσὴφ δὲ ἦν ἐν Αἰγύπτῳ ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ἰακὼβ πέντε καὶ ἑβδομήκοντα 6  ἐτελεύτησεν δὲ Ἰωσὴφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα γενεὰ ἐκείνη 7  οἱ δὲ υἱοὶ Ἰσραὴλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα ἐπλήθυνεν δὲ γῆ αὐτούς 8  ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ᾿ Αἴγυπτον ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ 9  εἶπεν δὲ τῷ ἕθνει αὐτοῦ ἰδοὺ τὸ γένος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς 10  δεῦτε οὖν κατασοφισώμεθα αὐτούς μήποτε πληθυνθῇ καὶ ἡνίκα ἂν συμβῇ ἡμῖν πόλεμος προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς ἐξελεύσονται ἐκ τῆς γῆς 11  καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραὼ τήν τε Πιθὼμ καὶ Ῥαμεσσῆ καὶ Ὤν , ἐστιν Ἡλίου πόλις 12  καθότι δὲ αὐτοὺς ἐταπείνουν τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ἰσραὴλ 13  καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ἰσραὴλ βίᾳ 14  καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις κατὰ πάντα τὰ ἔργα ὧν κατεδουλοῦντο αὐτοὺς μετὰ βίας

15  καὶ εἶπεν βασιλεὺς τῶν Αἰγυπτίων ταῖς μαίαις τῶν Ἑβραίων τῇ μιᾷ αὐτῶν ὄνομα Σεπφωρὰ καὶ τὸ ὄνομα τῆς δευτέρας Φουὰ 16  καὶ εἶπεν ὅταν μαιοῦσθε τὰς Ἑβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν ἐὰν μὲν ἄρσεν ἀποκτείνατε αὐτό ἐὰν δὲ θῆλυ περιποιεῖσθε αὐτό 17  ἐφοβήθησαν δὲ αἱ μαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς βασιλεὺς Αἰγύπτου καὶ ἐζωογόνουν τὰ ἄρσενα 18  ἐκάλεσεν δὲ βασιλεὺς Αἰγύπτου τὰς μαίας καὶ εἶπεν αὐταῖς τί ὅτι ἐποιήσατε τὸ πρᾶγμα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα 19  εἶπαν δὲ αἱ μαῖαι τῷ Φαραὼ οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Ἑβραῖαι τίκτουσιν γὰρ πρὶν εἰσελθεῖν πρὸς αὐτὰς τὰς μαίας καὶ ἔτικτον 20  εὖ δὲ ἐποίει θεὸς ταῖς μαίαις καὶ ἐπλήθυνεν λαὸς καὶ ἴσχυεν σφόδρα 21  ἐπειδὴ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν ἐποίησαν ἑαυταῖς οἰκίας 22  συνέταξεν δὲ Φαραὼ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶν ἄρσεν ἐὰν τεχθῇ τοῖς Ἑβραίοις εἰς τὸν ποταμὸν ῥίψατε καὶ πᾶν θῆλυ ζωογονεῖτε αὐτό




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era