Car Repair Manuals

exodus

ἔξοδος

Chapter 6

1  καὶ εἶπεν κύριος πρὸς Μωυσῆν ἤδη ὄψει ποιήσω τῷ Φαραὼ ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ 2  ἐλάλησεν δὲ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν ἐγὼ κύριος 3  καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου κύριος οὐκ ἐδήλωσα αὐτοῖς 4  καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων τὴν γῆν ἣν παρῳκήκασιν ἐν καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς 5  καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραὴλ ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν 6  βάδιζε εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ λέγων ἐγὼ κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ 7  καὶ λήμψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν θεός καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος θεὸς ὑμῶν ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων 8  καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου δοῦναι αὐτὴν τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ ἐγὼ κύριος 9  ἐλάλησεν δὲ Μωυσῆς οὕτως τοῖς υἱοῖς Ἰσραὴλ καὶ οὐκ εἰσήκουσαν Μωυσῇ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν 10  εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων 11  εἴσελθε λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ 12  ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου καὶ πῶς εἰσακούσεταί μου Φαραὼ ἐγὼ δὲ ἄλογός εἰμι 13  εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου

14  καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν υἱοὶ Ῥουβὴν πρωτοτόκου Ἰσραὴλ Ἐνὼχ καὶ Φαλλοὺς Ἀσρὼν καὶ Χαρμὶ αὕτη συγγένεια Ῥουβὴν 15  καὶ υἱοὶ Συμεὼν Ἰεμουὲλ καὶ Ἰαμίν καὶ Ἀὼδ καὶ Ἰαχὶν καὶ Σαὰρ καὶ Σαοὺλ ἐκ τῆς Φοινίσσης αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεὼν 16  καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν Γεδσὼν Καὰθ καὶ Μεραρὶ καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριάκοντα ἑπτά 17  καὶ οὗτοι υἱοὶ Γεδσὼν Λοβενὶ καὶ Σεμεῒ οἶκοι πατριᾶς αὐτῶν 18  καὶ υἱοὶ Καὰθ Ἀμβρὰμ καὶ Ἰσσαὰρ Χεβρὼν καὶ Ὀζιὴλ καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριάκοντα ἔτη 19  καὶ υἱοὶ Μεραρὶ Μοολὶ καὶ Ὀμουσὶ οὗτοι οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν 20  καὶ ἔλαβεν Ἀμβρὰμ τὴν Ἰωχαβέδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβράμ ἑκατὸν τριάκοντα δύο ἔτη 21  καὶ υἱοὶ Ἰσσαὰρ Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρὶ 22  καὶ υἱοὶ Ὀζιὴλ Ἐλισαφὰν καὶ Σετρὶ 23  ἔλαβεν δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμιναδάβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ Ἐλεαζὰρ καὶ Ἰθαμὰρ 24  υἱοὶ δὲ Κορὲ Ἀσὶρ καὶ Ἐλκανὰ καὶ Ἀβιασὰφ αὗται αἱ γενέσεις Κορὲ 25  καὶ Ἐλεαζὰρ τοῦ Ἀαρὼν ἔλαβεν τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα καὶ ἔτεκεν αὐτῷ τὸν Φινεὲς αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν 26  οὗτος Ἀαρὼν καὶ Μωυσῆς οἷς εἶπεν αὐτοῖς θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν 27  οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐξ Αἰγύπτου αὐτὸς Ἀαρὼν καὶ Μωυσῆς 28  ἡμέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ 29  καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων ἐγὼ κύριος λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ 30  καὶ εἶπεν Μωυσῆς ἐναντίον κυρίου ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι καὶ πῶς εἰσακούσεταί μου Φαραὼ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era