Car Repair Manuals

II Kings

Βασιλέων Β' (Βασιλέων Δ')

Chapter 1

1  καὶ ἠθέτησεν Μωὰβ ἐν Ἰσραὴλ μετὰ τὸ ἀποθανεῖν Ἀχαὰβ

2  καὶ ἔπεσεν Ὀχοζιὰς διὰ τοῦ δικτυωτοῦ τοῦ ἐν τῷ ὑπερῴῳ αὐτοῦ τῷ ἐν Σαμαρείᾳ καὶ ἠρρώστησεν καὶ ἀπέστειλεν ἀγγέλους καὶ εἶπεν πρὸς αὐτούς δεῦτε καὶ ἐπιζητήσατε ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρὼν εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης καὶ ἐπορεύθησαν ἐπερωτῆσαι δι᾿ αὐτοῦ

3  καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς Ἐλιοὺ τὸν Θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων Ὀχοζιου βασιλέως Σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρὼν

4  καὶ οὐχ οὕτως ὅτι τάδε λέγει κύριος κλίνη ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς ὅτι ἐκεῖ θανάτῳ ἀποθανῇ καὶ ἐπορεύθη Ἐλιοὺ καὶ εἶπεν πρὸς αὐτούς

5  καὶ ἐπεστράφησαν οἱ ἄγγελοι πρὸς αὐτόν καὶ εἶπεν πρὸς αὐτούς τί ὅτι ἐπεστρέψατε

6  καὶ εἶπαν πρὸς αὐτόν ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς δεῦτε ἐπιστράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν τάδε λέγει κύριος εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ σὺ πορπορεύῃ ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρὼν οὐχ οὕτως κλίνη ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ

7  καὶ ἐλάλησεν πρὸς αὐτοὺς λέγων τίς κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους

8  καὶ εἶπον πρὸς αὐτόν ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ εἶπεν Ἐλιοὺ Θεσβίτης οὗτός ἐστιν

9  καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἡγούμενον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἦλθεν πρὸς αὐτόν καὶ ἰδοὺ Ἐλιοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καὶ ἐλάλησεν πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ βασιλεὺς ἐκάλεσέν σὲ κατάβηθι

10  καὶ ἀπεκρίθη Ἐλιοὺ καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον καὶ εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σὲ καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ

11  καὶ προσέθετο βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἄλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἀνέβη καὶ ἐλάλησεν πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ τάδε λέγει βασιλεύς ταχέως κατάβηθι

12  καὶ ἀπεκρίθη Ἐλιοὺ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν εἰ ἄνθρωπος τοῦ θεοῦ ἐγώ εἰμι καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σὲ καὶ τοὺς πεντήκοντά σου καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ

13  καὶ προσέθετο βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον πεντηκόνταρχον τρίτον καὶ τοὺς πεντήκοντα αὐτοῦ καὶ ἦλθεν πρὸς αὐτὸν πεντηκόνταρχος τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἐλιοὺ καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν ἄνθρωπε τοῦ θεοῦ ἐντιμωθήτω δὴ ψυχή μου καὶ ψυχὴ τῶν δούλων σου τούτων τῶν πεντήκοντα ἐν ὀφθαλμοῖς σου

14  ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους καὶ τοὺς πεντήκοντα αὐτῶν καὶ νῦν ἐντιμωθήτω δὴ ψυχὴ τῶν δούλων σου ἐν ὀφθαλμοῖς σου

15  καὶ ἐλάλησεν ἄγγελος κυρίου πρὸς Ἐλιοὺ καὶ εἶπεν κατάβηθι μετ᾿ αὐτοῦ μὴ φοβηθῇς ἀπὸ προσώπου αὐτῶν καὶ ἀνέστη Ἐλιοὺ καὶ κατέβη μετ᾿ αὐτοῦ πρὸς τὸν βασιλέα

16  καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἐλιοὺ τάδε λέγει κύριος τί ὅτι ἀπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρὼν οὐχ οὕτως κλίνη ἐφ᾿ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ᾿ αὐτῆς ὅτι θανάτῳ ἀποθανῇ

17  καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα κυρίου ἐλάλησεν Ἐλιοὺ

18  καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζιου ὅσα ἐποίησεν οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίου λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραὴλ

18a  καὶ Ἰωρὰμ υἱὸς Ἀχαὰβ βασιλεύει ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφὰτ βασιλέως Ἰοῦδα

18b  καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου πλὴν οὐχ ὡς οἱ ἀδελφοὶ αὐτοῦ οὐδὲ ὡς μήτηρ αὐτοῦ

18c  καὶ ἀπέστησεν τὰς στήλας τοῦ Βάαλ ἃς ἐποίησεν πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς πλὴν ἐν ταῖς ἁμαρτίαις οἴκου Ἰεροβοὰμ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη οὐκ ἀπέστη ἀπ᾿ αὐτῶν

18d  καὶ ἐθυμώθη ὀργῇ κύριος εἰς τὸν οἶκον Ἀχαὰβ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era