1 ἐν ἔτει δευτέρῳ τῷ Ἰωὰς υἱῷ Ἰωαχας βασιλεῖ Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀμεσσιας υἱὸς Ἰωὰς βασιλεὺς Ἰοῦδα
2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἰωαδιν ἐξ Ἱερουσαλὴμ
3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν Ἰωὰς ὁ πατὴρ αὐτοῦ ἐποίησεν
4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς
5 καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ
6 καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίῳ νόμων Μωυσῆ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ὅτι ἀλλ᾿ ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται
7 αὐτὸς ἐπάταξεν τὸν Ἐδὼμ ἐν Γαιμελὲ δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Καθοηλ ἕως τῆς ἡμέρας ταύτης
8 τότε ἀπέστειλεν Ἀμεσσιας ἀγγέλους πρὸς Ἰωὰς υἱὸν Ἰωαχας υἱοῦ Ἰοὺ βασιλέως Ἰσραὴλ λέγων δεῦρο ὀφθῶμεν προσώποις
9 καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμεσσιαν βασιλέα Ἰοῦδα λέγων ὁ ἄκαν ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ συνεπάτησαν τὸν ἄκανα
10 τύπτων ἐπάταξας τὴν Ἰδουμαίαν καὶ ἐπῆρέν σὲ ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ
11 καὶ οὐκ ἤκουσεν Ἀμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς Ἰσραὴλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ Ἀμεσσιας βασιλεὺς Ἰοῦδα ἐν Βαιθσαμὺς τῇ τοῦ Ἰοῦδα
12 καὶ ἔπταισεν Ἰούδας ἀπὸ προσώπου Ἰσραὴλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ
13 καὶ τὸν Ἀμεσσιαν υἱὸν Ἰωὰς υἱοῦ Ὀχοζιου βασιλέα Ἰοῦδα συνέλαβεν Ἰωὰς υἱὸς Ἰωαχας βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμὺς καὶ ἦλθεν εἰς Ἱερουσαλὴμ καὶ καθεῖλεν ἐν τῷ τείχει Ἱερουσαλὴμ ἐν τῇ πύλῃ Ἐφραὶμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις
14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς Σαμάρειαν
15 καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ ἃ ἐπολέμησεν μετὰ Ἀμεσσιου βασιλέως Ἰοῦδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραὴλ
16 καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν Σαμαρείᾳ μετὰ τῶν βασιλέων Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ
17 καὶ ἔζησεν Ἀμεσσιας υἱὸς Ἰωὰς βασιλεὺς Ἰοῦδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς υἱὸν Ἰωαχας βασιλέα Ἰσραὴλ πεντεκαίδεκα ἔτη
18 καὶ τὰ λοιπὰ τῶν λόγων Ἀμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰοῦδα
19 καὶ συνεστράφησαν ἐπ᾿ αὐτὸν σύστρεμμα ἐν Ἱερουσαλὴμ καὶ ἔφυγεν εἰς Λαχὶς καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ
20 καὶ ἦραν αὐτὸν ἐφ᾿ ἵππων καὶ ἐτάφη ἐν Ἱερουσαλὴμ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ
21 καὶ ἔλαβεν πᾶς ὁ λαὸς Ἰοῦδα τὸν Ἀζαρίαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμεσσιου
22 αὐτὸς ᾠκοδόμησεν τὴν Αἰλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ Ἰοῦδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ
23 ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ Ἀμεσσιου υἱοῦ Ἰωὰς βασιλέως Ἰοῦδα ἐβασίλευσεν Ἰεροβοὰμ υἱὸς Ἰωὰς ἐπὶ Ἰσραὴλ ἐν Σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος
24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ὃς ἐξήμαρτεν τὸν Ἰσραὴλ
25 αὐτὸς ἀπέστησεν τὸ ὅριον Ἰσραὴλ ἀπὸ εἰσόδου Αἰμαθ ἕως τῆς θαλάσσης τῆς Ἄραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ Ἰσραὴλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ Ἰωνᾶ υἱοῦ Ἀμαθὶ τοῦ προφήτου τοῦ ἐκ Γεθχοβερ
26 ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν Ἰσραὴλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ Ἰσραὴλ
27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα Ἰσραὴλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς Ἰεροβοὰμ υἱοῦ Ἰωὰς
28 καὶ τὰ λοιπὰ τῶν λόγων Ἰεροβοὰμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν Δαμασκὸν καὶ τὴν Αἰμαθ τῷ Ἰοῦδα ἐν Ἰσραὴλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραὴλ
29 καὶ ἐκοιμήθη Ἰεροβοὰμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων Ἰσραὴλ καὶ ἐβασίλευσεν Ἀζαρίας υἱὸς Ἀμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ