1 Υἱοὶ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 2 καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζιήλ. 3 καὶ υἱοὶ Ἀμβράμ· Ἀαρὼν καὶ Μωυσῆς καὶ Μαριάμ. καὶ υἱοὶ Ἀαρών· Ναδὰβ καὶ Ἀβιούδ, Ἐλεαζὰρ καὶ Ἰθαμάρ. 4 Ἐλεαζὰρ ἐγέννησεν τὸν Φινεές, Φινεὲς ἐγέννησεν τὸν Ἀβισού, 5 Ἀβισοὺ ἐγέννησεν τὸν Βωκαί, Βωκαὶ ἐγέννησεν τὸν Ὀζί, 6 Ὀζὶ ἐγέννησε τὸν Ζαραιά, Ζαραιὰ ἐγέννησεν τὸν Μαριήλ, 7 καὶ Μαριὴλ ἐγέννησεν τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησεν τὸν Ἀχιτώβ, 8 καὶ Ἀχιτὼβ ἐγέννησεν τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησεν τὸν Ἀχιμαάς, 9 καὶ Ἀχιμαὰς ἐγέννησεν τὸν Ἀζαρία, καὶ Ἀζαρίας ἐγέννησεν τὸν Ἰωανάν, 10 καὶ Ἰωανὰς ἐγέννησεν τὸν Ἀζαρίαν· οὗτος ἱεράτευσεν ἐν τῷ οἴκῳ, ᾧ ᾠκοδόμησεν Σαλωμὼν ἐν Ἱερουσαλήμ. 11 καὶ ἐγέννησεν Ἀζαρία τὸν Ἀμαρία, καὶ Ἀμαρία ἐγέννησεν τὸν Ἀχιτώβ, 12 καὶ Ἀχιτὼβ ἐγέννησεν τὸν Σαδώκ, καὶ Σαδὼκ ἐγέννησεν τὸν Σαλώμ, 13 καὶ Σαλὼμ ἐγέννησεν τὸν Χελκιάν, καὶ Χελκιὰς ἐγέννησεν τὸν Ἀζαρία, 14 καὶ Ἀζαρίας ἐγέννησεν τὸν Σαραιά, καὶ Σαραιὰς ἐγέννησεν τὸν Ἰωσαδάκ. 15 καὶ Ἰωσαδὰκ ἐπορεύθη ἐν τῇ μετοικίᾳ μετὰ Ἰοῦδα καὶ Ἱερουσαλὴμ ἐν χειρὶ Ναβουχοδονοσόρ.
16 υἱοὶ Λευί· Γεδσών, Καὰθ καὶ Μεραρί. 17 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Γεδσών· Λοβενὶ καὶ Σεμεΐ. 18 υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσσαάρ, Χεβρὼν καὶ Ὀζιήλ. 19 υἱοὶ Μεραρί· Μοολὶ καὶ Ὀμουσί. καὶ αὗται αἱ πατριαὶ τοῦ Λευὶ κατὰ πατριὰς αὐτῶν· 20 τῷ Γεδσών· τῷ Λοβενὶ υἱῷ αὐτοῦ Ἰεὲθ υἱὸς αὐτοῦ, Ζεμμὰ υἱὸς αὐτοῦ, 21 Ἰωὰχ υἱὸς αὐτοῦ, Ἀδδὶ υἱὸς αὐτοῦ, Ζαρὰ υἱὸς αὐτοῦ, Ἰεθρὶ υἱὸς αὐτοῦ. 22 υἱοὶ Καάθ· Ἀμιναδὰβ υἱὸς αὐτοῦ, Κορὲ υἱὸς αὐτοῦ, Ἀσὶρ υἱὸς αὐτοῦ, 23 Ἐλκανὰ υἱὸς αὐτοῦ, καὶ Ἀβιασὰφ υἱὸς αὐτοῦ, Ἀσὶρ υἱὸς αὐτοῦ, 24 Θαὰθ υἱὸς αὐτοῦ, Ὀυριὴλ υἱὸς αὐτοῦ, Οζιὰ υἱὸς αὐτοῦ, Σαοὺλ υἱὸς αὐτοῦ. 25 καὶ υἱοὶ Ἐλκανά· Ἀμασὶ καὶ Ἀχιμώθ, 26 Ἐλκανὰ υἱὸς αὐτοῦ, Σουφὶ υἱὸς αὐτοῦ καὶ Ναὰθ υἱὸς αὐτοῦ, 27 Ἐλιὰβ υἱὸς αὐτοῦ, Ἰδαὲρ υἱὸς αὐτοῦ, Ἐλκανὰ υἱὸς αὐτοῦ. 28 υἱοὶ Σαμουήλ· ὁ πρωτότοκος Σανὶ καὶ Ἀβιά. 29 υἱοὶ Μεραρί· Μοολί, Λοβενὶ υἱὸς αὐτοῦ, Σεμεῒ υἱὸς αὐτοῦ, Ὀζὰ υἱὸς αὐτοῦ, 30 Σομεὰ υἱὸς αὐτοῦ, Ἀγγιὰ υἱὸς αὐτοῦ, Ἀσαία υἱὸς αὐτοῦ.
31 Καὶ οὗτοι οὓς κατέστησεν Δαυὶδ ἐπὶ χεῖρας ᾀδόντων ἐν οἴκῳ κυρίου ἐν τῇ καταπαύσει τῆς κιβωτοῦ, 32 καὶ ἦσαν λειτουργοῦντες ἐναντίον τῆς σκηνῆς οἴκου μαρτυρίου ἐν ὀργάνοις, ἕως οὗ ᾠκοδόμησεν Σαλωμὼν τὸν οἶκον κυρίου ἐν Ἱερουσαλήμ, καὶ ἔστησαν κατὰ τὴν κρίσιν αὐτῶν ἐπὶ τὰς λειτουργίας αὐτῶν.
33 Καὶ οὗτοι οἱ ἑστηκότες καὶ οἱ υἱοὶ αὐτῶν ἐκ τῶν υἱῶν τοῦ Καάθ· Αἱμὰν ὁ ψαλτῳδὸς υἱὸς Ἰωὴλ υἱοῦ Σαμουὴλ 34 υἱοῦ Ἐλκανὰ υἱοῦ Ἠδὰδ υἱοῦ Ἐλιὴλ υἱοῦ Θιὲ 35 υἱοῦ Σοὺφ υἱοῦ Ἐλκανὰ υἱοῦ Μὲθ υἱοῦ Ἀμασιοὺ 36 υἱοῦ Ἐλκανὰ υἱοῦ Ἰωὴλ υἱοῦ Ἀζαρία υἱοῦ Σαφανία 37 υἱοῦ Θαὰθ υἱοῦ Ἀσὶρ υἱοῦ Ἀβιασὰφ υἱοῦ Κορὲ 38 υἱοῦ Ἰσσαὰρ υἱοῦ Καὰθ υἱοῦ Λευὶ υἱοῦ Ἰσραήλ.
39 Καὶ ἀδελφὸς αὐτοῦ Ἀσὰφ ὁ ἑστηκὼς ἐν δεξιᾷ αὐτοῦ· Ἀσὰφ υἱὸς Βαραχιὰ υἱοῦ Σαμαὰ 40 υἱοῦ Μιχαὴλ υἱοῦ Μαασία υἱοῦ Μελχία 41 υἱοῦ Ἀθανὶ υἱοῦ Ζαραὶ υἱοῦ Ἀδιὰ 42 υἱοῦ Αἰθὰν υἱοῦ Ζαμμὰ υἱοῦ Σεμεῒ 43 υἱοῦ Ἐχὰ υἱοῦ Γεδσὼν υἱοῦ Λευί. 44 καὶ υἱοὶ Μεραρὶ ἀδελφοῦ αὐτῶν ἐξ ἀριστερῶν· Αἰθὰν υἱὸς Κισαὶ υἱοῦ Ἀβδὶ υἱοῦ Μαλὼχ 45 υἱοῦ Ἀσεβὶ υἱοῦ Ἀμεσσία υἱοῦ Χελκιοὺ
46 Υἱοῦ Ἀμασαὶ υἱοῦ Βανὶ υἱοῦ Σεμμὴρ 47 υἱοῦ Μοολὶ υἱοῦ Μουσὶ υἱοῦ Μεραρὶ υἱοῦ Λευί.
48 Καὶ ἀδελφοὶ αὐτῶν κατ᾿ οἴκους πατριῶν αὐτῶν οἱ Λευῖται δεδομένοι εἰς πᾶσαν ἐργασίαν λειτουργίας σκηνῆς οἴκου τοῦ θεοῦ.
49 καὶ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ θυμιῶντες ἐπὶ τὸ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων καὶ ἐπὶ τὸ θυσιαστήριον τῶν θυμιαμάτων εἰς πᾶσαν ἐργασίαν ἅγια τῶν ἁγίων καὶ ἐξιλάσκεσθαι περὶ Ἰσραὴλ κατὰ πάντα, ὅσα ἐνετείλατο Μωυσῆς παῖς τοῦ θεοῦ. 50 καὶ οὗτοι υἱοὶ Ἀαρών· Ἐλεαζὰρ υἱὸς αὐτοῦ, Φινεὲς υἱὸς αὐτοῦ, Ἀβισοὺ υἱὸς αὐτοῦ, 51 Βωκαὶ υἱὸς αὐτοῦ, Ὀζὶ υἱὸς αὐτοῦ, Ζαραιὰ υἱὸς αὐτοῦ, 52 Μαριὴλ υἱὸς αὐτοῦ, Ἀμαρία υἱὸς αὐτοῦ, Ἀχιτὼβ υἱὸς αὐτοῦ, 53 Σαδὼκ υἱὸς αὐτοῦ, Ἀχιμαὰς υἱὸς αὐτοῦ.
54 Καὶ αὗται αἱ κατοικίαι αὐτῶν ἐν ταῖς κώμαις αὐτῶν ἐν τοῖς ὁρίοις αὐτῶν· τοῖς υἱοῖς Ἀαρὼν τῇ πατριᾷ τοῦ Κααθί - ὅτι αὐτοῖς ἐγένετο ὁ κλῆρος - 55 καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν γῇ Ἰοῦδα καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς· 56 καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλὲβ υἱῷ Ἰεφοννή. 57 καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρὼν καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Σελνὰ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς 58 καὶ τὴν Ἰεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δαβὶρ καὶ τὰ περισπόρια αὐτῆς 59 καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀττὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βασαμὺς καὶ τὰ περισπόρια αὐτῆς 60 καὶ ἐκ φυλῆς Βενιαμὶν τὴν Γαβεὲ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γαλεμὲθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀγχὼχ καὶ τὰ περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατὰ πατριὰς αὐτῶν.
61 Καὶ τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσῆ κλήρῳ πόλεις δέκα. 62 καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσαχὰρ ἐκ φυλῆς Ἀσήρ, ἐκ φυλῆς Νεφθαλὶ ἐκ φυλῆς Μανασσῆ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα. 63 καὶ τοῖς υἱοῖς Μεραρὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβὴν ἐκ φυλῆς Γάδ, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις δέκα δύο.
64 Καὶ ἔδωκαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς Λευίταις τὰς πόλεις καὶ τὰ περισπόρια αὐτῶν· 65 καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰοῦδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν τὰς πόλεις ταύτας, ἃς ἐκάλεσεν αὐτὰς ἐπ᾿ ὀνόματος.
66 καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καὰθ καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφραίμ. 67 καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχὲμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφραὶμ καὶ τὴν Γαζὲρ καὶ τὰ περισπόρια αὐτῆς 68 καὶ τὴν Ἰεκμαὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Βαιθωρὼν καὶ τὰ περισπόρια αὐτῆς 69 καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Γεθρεμμὼν καὶ τὰ περισπόρια αὐτῆς 70 καὶ ἀπὸ τοῦ ἡμίσους φυλῆς Μανασσῆ τὴν Ἀνὰρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰεβλαὰμ καὶ τὰ περισπόρια αὐτῆς κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις.
71 τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσῆ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περισπόρια αὐτῆς 72 καὶ ἐκ φυλῆς Ἰσσαχὰρ τὴν Κεδὲς καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Δεβερὶ καὶ τὰ περισπόρια αὐτῆς 73 καὶ τὴν Δαβὼρ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀνὰμ καὶ τὰ περισπόρια αὐτῆς 74 καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μασὰλ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἀβαρὰν καὶ τὰ περισπόρια αὐτῆς 75 καὶ τὴν Ἰκὰκ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ῥοὼβ καὶ τὰ περισπόρια αὐτῆς
76 καὶ ἀπὸ φυλῆς Νεφθαλὶ τὴν Κεδὲς ἐν τῇ Γαλιλαίᾳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Χαμὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Καριαθαὶμ καὶ τὰ περισπόρια αὐτῆς. 77 τοῖς υἱοῖς Μεραρὶ τοῖς καταλοίποις ἐκ φυλῆς Ζαβουλὼν τὴν Ῥεμμὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Θαχχία καὶ τὰ περισπόρια αὐτῆς 78 καὶ ἐκ τοῦ πέραν τοῦ Ἰορδάνου Ἰεριχὼ κατὰ δυσμὰς τοῦ Ἰορδάνου ἐκ φυλῆς Ῥουβὴν τὴν Βοσὸρ ἐν τῇ ἐρήμῳ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰασὰ καὶ τὰ περισπόρια αὐτῆς 79 καὶ τὴν Καδημὼθ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μωφαὰθ καὶ τὰ περισπόρια αὐτῆς 80 καὶ ἐκ φυλῆς Γὰδ τὴν Ῥαμὼθ Γαλαὰδ καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Μααναὶμ καὶ τὰ περισπόρια αὐτῆς 81 καὶ τὴν Ἐσεβὼν καὶ τὰ περισπόρια αὐτῆς καὶ τὴν Ἰαζὴρ καὶ τὰ περισπόρια αὐτῆς.