1 Εἰς διαιρέσεις τῶν πυλῶν· υἱοῖς Κορεῒμ Μοσολλαμία υἱὸς Κωρὴ ἐκ τῶν υἱῶν Ἀβιασάφ. 2 καὶ τῷ Μοσολλαμία υἱοί· Ζαχαρίας ὁ πρωτότοκος, Ἰδιὴλ ὁ δεύτερος, Ζαβαδιὰς ὁ τρίτος, Ἰεθνουὴλ ὁ τέταρτος, 3 Ὠλὰμ ὁ πέμπτος, Ἰωανὰν ὁ ἕκτος, Ἐλιωηναὶ ὁ ἕβδομος. 4 καὶ τῷ Ἀβδεδὸμ υἱοί· Σαμαιὰς ὁ πρωτότοκος, Ἰωζαβὰδ ὁ δεύτερος, Ἰωαὰ ὁ τρίτος, Σωχὰρ ὁ τέταρτος, Ναθαναὴλ ὁ πέμπτος, 5 Ἀμιὴλ ὁ ἕκτος, Ἰσσαχὰρ ὁ ἕβδομος, Φολλάθι ὁ ὄγδοος, ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός. 6 καὶ τῷ Σαμαία υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου Ῥωσαὶ εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ, ὅτι δυνατοὶ ἦσαν. 7 υἱοὶ Σαμαία· Γοθνὶ καὶ Ῥαφαὴλ καὶ Ὠβὴδ καὶ Ἐλζαβὰδ καὶ Ἀχιού, υἱοὶ δυνατοί Ἐλιοὺ καὶ Σαβχία καὶ Ἰσβακώμ. 8 πάντες ἀπὸ τῶν υἱῶν Ἀβδεδόμ, αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ, οἱ πάντες ἑξήκοντα δύο τῷ Ἀβδεδόμ. 9 καὶ τῷ Μοσολλαμία υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί. 10 καὶ τῷ Ὠσὰ τῶν υἱῶν Μεραρὶ υἱοὶ φυλάσσοντες τὴν ἀρχήν, ὅτι οὐκ ἦν πρωτότοκος, καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα 11 τῆς διαιρέσεως τῆς δευτέρας, Ταβλαὶ ὁ τρίτος Ζαχαρίας ὁ τέταρτος· πάντες οὗτοι, υἱοὶ καὶ ἀδελφοὶ τῷ Ὠσά, τρισκαίδεκα.
12 τούτοις αἱ διαιρέσεις τῶν πυλῶν, τοῖς ἄρχουσι τῶν δυνατῶν, ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου. 13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα. 14 καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ Σαλαμία καὶ Ζαχαρία· υἱοὶ Ἰωὰς τῷ Μελχία ἔβαλον κλήρους, καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ· 15 τῷ Ἀβδεδὸμ νότον κατέναντι οἴκου Ἐσεφὶν 16 εἰς δεύτερον· τῷ Ὠσὰ πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως· φυλακὴ κατέναντι φυλακῆς. 17 πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν, βορρᾶ τῆς ἡμέρας τέσσαρες, νότον τῆς ἡμέρας τέσσαρες, καὶ εἰς τὸ Ἐσεφὶν δύο· 18 εἰς διαδεχομένους, καὶ πρὸς δυσμαῖς τέσσαρες, καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους. 19 αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς Κορὲ καὶ τοῖς υἱοῖς Μεραρί.
20 Καὶ οἱ Λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων· 21 υἱοὶ Λαδὰν υἱοὶ τῷ Γηρσωνὶ τῷ Λαδάν, ἄρχοντες πατριῶν τῷ Λαδὰν τῷ Γηρσωνὶ Ἰεϊήλ.
22 καὶ υἱοὶ Ἰεϊὴλ Ζεθὸμ καὶ Ἰωὴλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου. 23 τῷ Ἀμβρὰμ καὶ Ἰσσαὰρ Χεβρὼν καὶ Ὀζιήλ· 24 καὶ Σουβαὴλ ὁ τοῦ Γηρσὰμ τοῦ Μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν. 25 καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ Ἐλιέζερ Ῥααβιὰς υἱὸς καὶ Ἰωσαιὰς καὶ Ἰωρὰμ καὶ Ζεχρὶ καὶ Σαλωμώθ. 26 αὐτὸς Σαλωμὼθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων, οὓς ἡγίασεν Δαυὶδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν, χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως, 27 ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ᾿ αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ, 28 καὶ ἐπὶ πάντων τῶν ἁγίων Σαμουὴλ τοῦ προφήτου καὶ Σαοὺλ τοῦ Κὶς καὶ Ἀβεννὴρ τοῦ Νὴρ καὶ Ἰωὰβ τοῦ Σαρουία· πᾶν, ὃ ἡγίασαν, διὰ χειρὸς Σαλωμὼθ καὶ τῶν ἀδελφῶν αὐτοῦ.
29 Τῷ Ἰσσαρὶ Χωνενία καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν Ἰσραὴλ τοῦ γραμματεύειν καὶ διακρίνειν. 30 τῷ Χεβρωνὶ Ἀσαβιὰς καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί, χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως. 31 τοῦ Χεβρωνί· Ἰουδιὰς ὁ ἄρχων τῶν Χεβρωνὶ κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς· ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν, καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν Ἰαζὴρ τῆς Γαλααδίτιδος, 32 καὶ οἱ ἀδελφοὶ αὐτοῦ, υἱοὶ δυνατοί, δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν· καὶ κατέστησεν αὐτοὺς Δαυὶδ ὁ βασιλεὺς ἐπὶ τοῦ Ῥουβηνὶ καὶ Γαδδὶ καὶ ἡμίσους φυλῆς Μανασσῆ εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως.