1 καὶ Δαυὶδ παρῆλθεν βραχύ τι ἀπὸ τῆς Ῥοώς , καὶ ἰδοὺ Σιβὰ τὸ παιδάριον Μεμφιβοσθὲ εἰς ἀπαντὴν αὐτοῦ καὶ ζεῦγος ὄνων ἐπισεσαγμένων , καὶ ἐπ᾿ αὐτοῖς διακόσιοι ἄρτοι καὶ ἑκατὸν σταφίδες καὶ ἑκατὸν φοίνικες καὶ Νεβὲλ οἴνου . 2 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σιβὰ Τί ταῦτά σοὶ ; καὶ εἶπεν Σιβὰ Τὰ ὑποζύγια τῇ οἰκίᾳ τοῦ βασιλέως τοῦ ἐπικαθῆσθαι , καὶ οἱ ἄρτοι καὶ οἱ φοίνικες εἰς βρῶσιν τοῖς παιδαρίοις , καὶ ὁ οἶνος πιεῖν τοῖς ἐκλελυμένοις ἐν τῇ ἐρήμῳ . 3 καὶ εἶπεν ὁ βασιλεύς Καὶ ποῦ ὁ υἱὸς τοῦ κυρίου σου ; καὶ εἶπεν Σιβὰ πρὸς τὸν βασιλέα Ἰδοὺ κάθηται ἐν Ἱερουσαλήμ , ὅτι εἶπεν σήμερον ἐπιστρέψουσίν μοι ὁ οἶκος Ἰσραὴλ τὴν βασιλείαν τοῦ πατρός μου . 4 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σιβὰ Ἰδοὺ σοὶ πάντα , ὅσα ἐστὶν τῷ Μεμφιβοσθέ . καὶ εἶπεν Σιβὰ προσκυνήσας εὕροιμι χάριν ἐν ὀφθαλμοῖς σου , κύριέ μου βασιλεῦ . 5 καὶ ἦλθεν ὁ βασιλεὺς Δαυὶδ ἕως Βαουρίμ · καὶ ἰδοὺ ἐκεῖθεν ἀνὴρ ἐξεπορεύετο ἐκ συγγενείας οἴκου Σαούλ , καὶ ὄνομα αὐτῷ Σεμεῒ υἱὸς Γηρά · ἐξῆλθεν ἐκπορευόμενος καὶ καταρώμενος 6 καὶ λιθάζων ἐν λίθοις τὸν Δαυὶδ καὶ πάντας τοὺς παῖδας τοῦ βασιλέως Δαυίδ , καὶ πᾶς ὁ λαὸς ἦν καὶ πάντες οἱ δυνατοὶ ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων τοῦ βασιλέως . 7 καὶ οὕτως ἔλεγεν Σεμεῒ ἐν τῷ καταρᾶσθαι αὐτόν Ἔξελθε ἔξελθε , ἀνὴρ αἱμάτων καὶ ἀνὴρ ὁ παράνομος · 8 ἐπέστρεψεν ἐπὶ σὲ κύριος πάντα τὰ αἵματα τοῦ οἴκου Σαούλ , ὅτι ἐβασίλευσας ἀντ᾿ αὐτοῦ , καὶ ἔδωκεν κύριος τὴν βασιλείαν ἐν χειρὶ Ἀβεσσαλὼμ τοῦ υἱοῦ σου · καὶ ἰδοὺ σὺ ἐν τῇ κακίᾳ σου , ὅτι ἀνὴρ αἱμάτων σύ . 9 καὶ εἶπεν Ἀβεσσὰ υἱὸς Σαρουίας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα ; διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ . 10 καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν , υἱοὶ Σαρουίας ; ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω , ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυίδ , καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως ; 11 καὶ εἶπεν Δαυὶδ πρὸς Ἀβεσσὰ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου , καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ἰεμινί · ἄφετε αὐτὸν καταρᾶσθαι , ὅτι εἶπεν αὐτῷ κύριος · 12 εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ . 13 καὶ ἐπορεύθη Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ , καὶ Σεμεῒ ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοῒ πάσσων . 14 καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ .
15 Καὶ Ἀβεσσαλὼμ καὶ πᾶς ἀνὴρ Ἰσραὴλ εἰσῆλθον εἰς Ἱερουσαλὴμ καὶ Ἀχιτοφὲλ μετ᾿ αὐτοῦ . 16 καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσὶ ὁ Ἀρχὶ ἑταῖρος Δαυὶδ πρὸς Ἀβεσσαλὼμ καὶ εἶπεν Χουσὶ πρὸς Ἀβεσσαλὼμ Ζήτω ὁ βασιλεύς . 17 καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Χουσὶ Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου ; ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου ; 18 καὶ εἶπεν Χουσὶ πρὸς Ἀβεσσαλὼμ Οὐχί ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ἰσραήλ , αὐτῷ ἔσομαι καὶ μετ᾿ αὐτοῦ καθήσομαι · 19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω ; οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ ; καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου , οὕτως ἔσομαι ἐνώπιόν σου . 20 καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς Ἀχιτοφὲλ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν . 21 καὶ εἶπεν Ἀχιτοφὲλ πρὸς Ἀβεσσαλὼμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου , ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ , καὶ ἀκούσεται πᾶς Ἰσραὴλ ὅτι κατῄσχυνας τὸν πατέρα σου καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ . 22 καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Ἀβεσσαλὼμ ἐπὶ τὸ δῶμα , καὶ εἰσῆλθεν Ἀβεσσαλὼμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ᾿ ὀφθαλμοὺς παντὸς Ἰσραήλ . 23 καὶ ἡ βουλὴ Ἀχιτοφέλ , ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις , ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ , οὕτως πᾶσα ἡ βουλὴ τοῦ Ἀχιτοφὲλ καί γε τῷ Δαυὶδ καί γε τῷ Ἀβεσσαλώμ .