Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 20

1  Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος καὶ ὄνομα αὐτῷ Σαβεὲ υἱὸς Βοχορὶ ἀνὴρ Ἰεμενὶ καὶ ἐσάλπισεν ἐν τῇ κερατίνῃ καὶ εἶπεν Οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί · ἀνὴρ εἰς τὰ σκηνώματά σου , Ἰσραήλ . 2  καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί , καὶ ἀνὴρ Ἰοῦδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἱερουσαλήμ . 3  καὶ εἰσῆλθεν Δαυὶδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ , καὶ ἔλαβεν βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ , ἃς ἀφῆκεν φυλάσσειν τὸν οἶκον , καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθεν , καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν , χῆραι ζῶσαι . 4  καὶ εἶπεν βασιλεὺς πρὸς Ἀμεσσαῒ βόησόν μοι τὸν ἄνδρα Ἰοῦδα τρεῖς ἡμέρας , σὺ δὲ αὐτοῦ στῆθι . 5  καὶ ἐπορεύθη Ἀμεσσαῒ τοῦ βοῆσαι τὸν Ιούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ , οὗ ἐτάξατο αὐτῷ Δαυίδ . 6  καὶ εἶπεν Δαυὶδ πρὸς Ἀβεσσὰ Νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ , καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ , μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν . 7  καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ἰωὰβ καὶ Χερεθθὶ καὶ Φελεθθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί . 8  καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών , καὶ Ἀμεσσαῒ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν . καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ᾿ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς , καὶ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν . 9  καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαῒ Εἰ ὑγιαίνεις σύ , ἀδελφέ ; καὶ ἐκράτησεν χεὶρ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαῒ τοῦ καταφιλῆσαι αὐτόν · 10  καὶ Ἀμεσσαῒ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ , καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν , καὶ ἐξεχύθη κοιλία αὐτοῦ εἰς τὴν γῆν , καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ , καὶ ἀπέθανεν . καὶ Ἰωὰβ καὶ Ἀβεσσὰ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί · 11  καὶ ἀνὴρ ἔστη ἐπ᾿ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπεν Τίς βουλόμενος Ἰωὰβ καὶ τίς τοῦ Δαυίδ , ὀπίσω Ἰωάβ · 12  καὶ Ἀμεσσαῒ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου , καὶ εἶδεν ἀνὴρ ὅτι εἱστήκει πᾶς λαός , καὶ ἀπέστρεψεν τὸν Ἀμεσσαῒ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ᾿ αὐτὸν ἱμάτιον , καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ᾿ αὐτὸν ἑστηκότα · 13  ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου , παρῆλθεν πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί . 14  καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἄβελ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί , καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ . 15  καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ᾿ αὐτὸν τὴν Ἄβελ καὶ τὴν Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν , καὶ ἔστη ἐν τῷ προτειχίσματι , καὶ πᾶς λαὸς μετὰ Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος . 16  καὶ ἐβόησεν γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν Ἀκούσατε ἀκούσατε , εἴπατε δὴ πρὸς Ἰωὰβ Ἔγγισον ἕως ὧδε , καὶ λαλήσω πρὸς αὐτόν . 17  καὶ προσήγγισεν πρὸς αὐτήν , καὶ εἶπεν γυνή Εἰ σὺ εἶ Ἰωάβ ; δὲ εἶπεν Ἐγώ εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου , καὶ εἶπεν Ἰωὰβ Ἀκούω ἐγώ εἰμι 18  καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἄβελ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ , ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἄβελ καὶ οὕτως εἰ ἐξέλιπον . 19  ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ , σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ · ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου ;

20  καὶ ἀπεκρίθη Ἰωὰβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι , εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ · 21  οὐχ οὗτος λόγος , ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραίμ , Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ , καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ · δότε αὐτόν μοι μόνον , καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως . καὶ εἶπεν γυνὴ πρὸς Ἰωὰβ Ἰδοὺ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους . 22  καὶ εἰσῆλθεν γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς · καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορὶ καὶ ἔβαλεν πρὸς Ἰωάβ . καὶ ἐσάλπισεν ἐν κερατίνῃ , καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ · καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα . 23  Καὶ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ , καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθθὶ καὶ ἐπὶ τοῦ Φελεθθί , 24  καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου , καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺθ ἀναμιμνῄσκων ,

25  καὶ Σουσὰ γραμματεύς , καὶ Σαδὼκ καὶ Ἀβιαθὰρ ἱερεῖς , 26  καί γε Ἱρὰς Ἰαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era