1 Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυὶδ τρία ἔτη , ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ καὶ ἐζήτησεν Δαυὶδ τὸ πρόσωπον τοῦ κυρίου . καὶ εἶπεν κύριος Ἐπὶ Σαοὺλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας . 2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυὶδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς · καὶ οἱ Γαβαωνίτας οὐχ υἱοὶ Ἰσραὴλ εἰσίν , ὅτι ἀλλ᾿ ἢ ἐκ τοῦ λείμματος τοῦ Ἀμορραίου , καὶ οἱ υἱοὶ Ἰσραὴλ ὤμοσαν αὐτοῖς · καὶ ἐζήτησεν Σαοὺλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ἰσραὴλ καὶ Ἰοῦδα .
3 καὶ εἶπεν Δαυὶδ πρὸς τοὺς Γαβαωνίτας Τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου ; 4 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνίτας Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαοὺλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ , καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ἰσραήλ . καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν ; 5 καὶ εἶπαν πρὸς τὸν βασιλέα Ὁ ἀνὴρ συνετέλεσεν ἐφ᾿ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς , ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς · ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ἰσραήλ · 6 δότω ἡμῖν ἑπτὰ ἄνδρας ἐκ τῶν υἱῶν αὐτοῦ , καὶ ἐξηλιάσωμεν αὐτοὺς τῷ κυρίῳ ἐν Γαβαὼν Σαοὺλ ἐκλεκτοὺς κυρίου . καὶ εἶπεν ὁ βασιλεύς Ἐγὼ δώσω .
7 καὶ ἐφείσατο ὁ βασιλεὺς ἐπὶ Μεμφιβοσθὲ υἱὸν Ἰωνάθαν υἱοῦ Σαοὺλ διὰ τὸν ὅρκον κυρίου τὸν ἀνὰ μέσον αὐτῶν , ἀνὰ μέσον Δαυὶδ καὶ ἀνὰ μέσον Ἰωνάθαν υἱοῦ Σαούλ .
8 καὶ ἔλαβεν ὁ βασιλεὺς τοὺς δύο υἱοὺς Ῥεσφὰ θυγατρὸς Ἀιά , οὓς ἔτεκεν τῷ Σαούλ , τὸν Ἐρμωνὶ καὶ τὸν Μεμφιβοσθέ , καὶ τοὺς πέντε υἱοὺς Μιχὸλ θυγατρὸς Σαούλ , οὓς ἔτεκεν τῷ Ἐσριὴλ υἱῷ Βερζελλὶ τῷ Μοουλαθί , 9 καὶ ἔδωκεν αὐτοὺς ἐν χειρὶ τῶν Γαβαωνιτῶν , καὶ ἐξηλίασαν αὐτοὺς ἐν τῷ ὄρει ἔναντι κυρίου , καὶ ἔπεσαν οἱ ἑπτὰ αὐτοὶ ἐπὶ τὸ αὐτό · καὶ αὐτοὶ δὲ ἐθανατώθησαν ἐν ἡμέραις θερισμοῦ ἐν πρώτοις ἐν ἀρχῇ θερισμοῦ κριθῶν . 10 καὶ ἔλαβεν Ῥεσφὰ θυγάτηρ Ἀιὰ τὸν σάκκον καὶ ἔπηξεν αὑτῇ πρὸς τὴν πέτραν ἐν ἀρχῇ θερισμοῦ κριθῶν , ἕως ἔσταξεν ἐπ᾿ αὐτοὺς ὕδωρ ἐκ τοῦ οὐρανοῦ , καὶ οὐκ ἔδωκεν τὰ πετεινὰ τοῦ οὐρανοῦ καταπαῦσαι ἐπ᾿ αὐτοὺς ἡμέρας καὶ τὰ θηρία τοῦ ἀγροῦ νυκτός .
11 καὶ ἀπηγγέλη τῷ Δαυὶδ ὅσα ἐποίησεν Ῥεσφὰ θυγάτηρ Ἀιὰ παλλακὴ Σαούλ , καὶ ἐξελύθησαν , καὶ κατέλαβεν αὐτοὺς Δὰν υἱὸς Ἰωὰ ἐκ τῶν ἀπογόνων τῶν γιγάντων , 12 καὶ ἐπορεύθη Δαυὶδ καὶ ἔλαβεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ παρὰ τῶν ἀνδρῶν υἱῶν Ιαβὶς Γαλαάδ , οἳ ἔκλεψαν αὐτοὺς ἐκ τῆς πλατείας Βαιθσάν , ὅτι ἔστησαν αὐτοὺς ἐκεῖ οἱ ἀλλόφυλοι ἐν ἡμέρᾳ , ᾗ ἐπάταξαν οἱ ἀλλόφυλοι τὸν Σαοὺλ ἐν Γελβουέ , 13 καὶ ἀνήνεγκεν ἐκεῖθεν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ συνήγαγεν τὰ ὀστᾶ τῶν ἐξηλιασμένων . 14 καὶ ἔθαψαν τὰ ὀστᾶ Σαοὺλ καὶ τὰ ὀστᾶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ καὶ τῶν ἡλιασθέντων ἐν γῇ Βενιαμὶν ἐν τῇ πλευρᾷ ἐν τῷ τάφῳ Κὶς τοῦ πατρὸς αὐτοῦ καὶ ἐποίησαν πάντα , ὅσα ἐνετείλατο ὁ βασιλεύς . καὶ ἐπήκουσεν ὁ θεὸς τῇ γῇ μετὰ ταῦτα .
15 Καὶ ἐγενήθη ἔτι πόλεμος τοῖς ἀλλοφύλοις μετὰ Ἰσραήλ . καὶ κατέβη Δαυὶδ καὶ οἱ παῖδες αὐτοῦ μετ᾿ αὐτοῦ καὶ ἐπολέμησαν μετὰ τῶν ἀλλοφύλων , καὶ ἐξελύθη Δαυίδ . 16 καὶ Ἰεσβί , ὃς ἦν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφὰ καὶ ὁ σταθμὸς τοῦ δόρατος αὐτοῦ τριακοσίων σίκλων ὁλκὴ χαλκοῦ καὶ αὐτὸς περιεζωσμένος κορύνην , καὶ διενοεῖτο πατάξαι τὸν Δαυίδ . 17 καὶ ἐβοήθησεν αὐτῷ Ἀβεσσὰ υἱὸς Σαρουίας καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐθανάτωσεν αὐτόν . τότε ὤμοσαν οἱ ἄνδρες Δαυὶδ λέγοντες Οὐκ ἐξελεύσῃ ἔτι μεθ᾿ ἡμῶν εἰς πόλεμον καὶ οὐ μὴ σβέσῃς τὸν λύχνον Ἰσραήλ .
18 καὶ ἐγενήθη μετὰ ταῦτα ἔτι πόλεμος ἐν Γὲθ μετὰ τῶν ἀλλοφύλων . τότε ἐπάταξεν Σεβοχὰ ὁ Ἀστατωθὶ τὸν Σὲφ τὸν ἐν τοῖς ἐκγόνοις τοῦ Ῥαφά .
19 καὶ ἐγένετο ὁ πόλεμος ἐν Γὸβ μετὰ τῶν ἀλλοφύλων . καὶ ἐπάταξεν Ἐλεανὰν υἱὸς Ἀριωργὶμ ὁ Βαιθλεεμίτης τὸν Γολιὰθ τὸν Γεθθαῖον , καὶ τὸ ξύλον τοῦ δόρατος αὐτοῦ ὡς ἀντίον ὑφαινόντων . 20 καὶ ἐγένετο ἔτι πόλεμος ἐν Γέθ . καὶ ἦν ἀνὴρ Μαδών , καὶ οἱ δάκτυλοι τῶν χειρῶν αὐτοῦ καὶ οἱ δάκτυλοι τῶν ποδῶν αὐτοῦ ἓξ καὶ ἕξ , εἴκοσι τέσσαρες ἀριθμῷ , καί γε αὐτὸς ἐτέχθη τῷ Ῥαφά . 21 καὶ ὠνείδισεν τὸν Ἰσραήλ , καὶ ἐπάταξεν αὐτὸν Ἰωνάθαν υἱὸς Σεμεῒ ἀδελφοῦ Δαυίδ .
22 οἱ τέσσαρες οὗτοι ἐτέχθησαν ἀπόγονοι τῶν γιγάντων ἐν Γὲθ τῷ Ῥαφὰ οἶκος , καὶ ἔπεσαν ἐν χειρὶ Δαυὶδ καὶ ἐν χειρὶ τῶν δούλων αὐτοῦ .