Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 9

1  καὶ εἶπεν Δαυὶδ εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαοὺλ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος ἕνεκεν Ἰωνάθαν

2  καὶ ἐκ τοῦ οἴκου Σαοὺλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβὰ καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυὶδ καὶ εἶπεν πρὸς αὐτὸν βασιλεύς εἰ σὺ εἶ Σιβὰ καὶ εἶπεν ἐγὼ δοῦλος σός

3  καὶ εἶπεν βασιλεύς εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ᾿ αὐτοῦ ἔλεος θεοῦ καὶ εἶπεν Σιβὰ πρὸς τὸν βασιλέα ἔτι ἔστιν υἱὸς τῷ Ἰωνάθαν πεπληγὼς τοὺς πόδας

4  καὶ εἶπεν βασιλεύς ποῦ οὗτος καὶ εἶπεν Σιβὰ πρὸς τὸν βασιλέα ἰδοὺ ἐν οἴκῳ Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ

5  καὶ ἀπέστειλεν βασιλεὺς Δαυὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχὶρ υἱοῦ Ἀμιὴλ ἐκ τῆς Λαδάβαρ

6  καὶ παραγίνεται Μεμφιβοσθὲ υἱὸς Ἰωνάθαν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυὶδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ καὶ εἶπεν αὐτῷ Δαυὶδ Μεμφιβοσθὲ καὶ εἶπεν ἰδοὺ δοῦλός σου

7  καὶ εἶπεν αὐτῷ Δαυὶδ μὴ φοβοῦ ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωνάθαν τὸν πατέρα σου καὶ ἀποκαταστήσω σοὶ πάντα ἀγρὸν Σαοὺλ πατρὸς τοῦ πατρός σου καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός1

8  καὶ προσεκύνησεν Μεμφιβοσθὲ καὶ εἶπεν τίς εἰμι δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί

9  καὶ ἐκάλεσεν βασιλεὺς Σιβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπεν πρὸς αὐτόν πάντα ὅσα ἐστὶν τῷ Σαοὺλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου

10  καὶ ἐργᾷ αὐτῷ τὴν γῆν σὺ καὶ οἱ υἱοί σου καὶ οἱ δοῦλοί σου καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται αὐτούς καὶ Μεμφιβοσθὲ υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς1 ἄρτον ἐπὶ τῆς τραπέζης μου καὶ τῷ Σιβὰ ἦσαν πεντεκαίδεκα υἱοὶ καὶ εἴκοσι δοῦλοι

11  καὶ εἶπεν Σιβὰ πρὸς τὸν βασιλέα κατὰ πάντα ὅσα ἐντέταλται κύριός μου βασιλεὺς τῷ δούλῳ αὐτοῦ οὕτως ποιήσει δοῦλός σου καὶ Μεμφιβοσθὲ ἤσθιεν ἐπὶ τῆς τραπέζης Δαυὶδ καθὼς εἷς τῶν υἱῶν τοῦ βασιλέως

12  καὶ τῷ Μεμφιβοσθὲ υἱὸς μικρὸς καὶ ὄνομα αὐτῷ Μιχὰ καὶ πᾶσα κατοίκησις τοῦ οἴκου Σιβὰ δοῦλοι τοῦ Μεμφιβοσθὲ

13  καὶ Μεμφιβοσθὲ κατῴκει ἐν Ἱερουσαλὴμ ὅτι ἐπὶ τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς1 ἤσθιεν καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποσὶν αὐτοῦ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era