1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐποίησεν ἑαυτῷ Ἀβεσσαλὼμ ἅρματα καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας παρατρέχειν ἔμπροσθεν αὐτοῦ . 2 καὶ ὤρθρισεν Ἀβεσσαλὼμ καὶ ἔστη ἀνὰ χεῖρα τῆς ὁδοῦ τῆς πύλης , καὶ ἐγένετο πᾶς ἀνήρ , ᾧ ἐγένετο κρίσις , ἦλθεν πρὸς τὸν βασιλέα εἰς κρίσιν , καὶ ἐβόησεν πρὸς αὐτὸν Ἀβεσσαλὼμ καὶ ἔλεγεν αὐτῷ Ἐκ ποίας πόλεως σὺ εἶ ; καὶ εἶπεν ὁ ἀνήρ Ἐκ μιᾶς φυλῶν Ἰσραὴλ ὁ δοῦλός σου . 3 καὶ εἶπεν πρὸς αὐτὸν Ἀβεσσαλὼμ Ἰδοὺ οἱ λόγοι σου ἀγαθοὶ καὶ εὔκολοι , καὶ ἀκούων οὐκ ἔστιν σοὶ παρὰ τοῦ βασιλέως · 4 καὶ εἶπεν Ἀβεσσαλὼμ Τίς με καταστήσει κριτὴν ἐν τῇ γῇ , καὶ ἐπ᾿ ἐμὲ ἐλεύσεται πᾶς ἀνήρ , ᾧ ἐὰν ᾖ ἀντιλογία καὶ κρίσις , καὶ δικαιώσω αὐτόν ; 5 καὶ ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα τοῦ προσκυνῆσαι αὐτῷ καὶ ἐξέτεινεν τὴν χεῖρα αὐτοῦ καὶ ἐπελαμβάνετο αὐτοῦ καὶ κατεφίλησεν αὐτόν . 6 καὶ ἐποίησεν Ἀβεσσαλὼμ κατὰ τὸ ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ τοῖς παραγινομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα , καὶ ἰδιοποιεῖτο Ἀβεσσαλὼμ τὴν καρδίαν ἀνδρῶν Ἰσραήλ .
7 Καὶ ἐγένετο ἀπὸ τέλους τεσσαράκοντα ἐτῶν καὶ εἶπεν Ἀβεσσαλὼμ πρὸς τὸν πατέρα αὐτοῦ πορΠορεύσομαι δὴ καὶ ἀποτείσω τὰς εὐχάς μου , ἃς ηὐξάμην τῷ κυρίῳ ἐν Χεβρών · 8 ὅτι εὐχὴν ηὔξατο ὁ δοῦλός σου ἐν τῷ οἰκεῖν με ἐν Γεδσοὺρ ἐν Συρίᾳ λέγων Ἐὰν ἐπιστρέφων ἐπιστρέψῃ με κύριος εἰς Ἱερουσαλήμ , καὶ λατρεύσω τῷ κυρίῳ . 9 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς βάδιζε εἰς εἰρήνην · καὶ ἀναστὰς ἐπορεύθη εἰς Χεβρών . 10 καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ κατασκόπους ἐν πάσαις φυλαῖς Ἰσραὴλ λέγων Ἐν τῷ ἀκοῦσαι ὑμᾶς τὴν φωνὴν τῆς κερατίνης καὶ ἐρεῖτε βεβασίλευκεν βασιλεὺς Ἀβεσσαλὼμ ἐν Χεβρών . 11 καὶ μετὰ Ἀβεσσαλὼμ ἐπορεύθησαν διακόσιοι ἄνδρες ἐξ Ἱερουσαλὴμ κλητοὶ καὶ πορευόμενοι τῇ ἁπλότητι αὐτῶν καὶ οὐκ ἔγνωσαν πᾶν ῥῆμα . 12 καὶ ἀπέστειλεν Ἀβεσσαλὼμ καὶ ἐκάλεσεν τὸν Ἀχιτοφὲλ τὸν Γελμωναῖον τὸν σύμβουλον Δαυὶδ ἐκ τῆς πόλεως αὐτοῦ ἐκ Γωλὰ ἐν τῷ θυσιάζειν αὐτόν . καὶ ἐγένετο σύστρεμμα ἰσχυρόν , καὶ ὁ λαὸς πορευόμενος καὶ πολὺς μετὰ Ἀβεσσαλώμ . 13 Καὶ παρεγένετο ὁ ἀπαγγέλλων πρὸς Δαυὶδ λέγων Ἐγενήθη ἡ καρδία ἀνδρῶν Ἰσραὴλ ὀπίσω Ἀβεσσαλώμ . 14 καὶ εἶπεν Δαυὶδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ᾿ αὐτοῦ τοῖς ἐν Ἱερουσαλὴμ Ἀνάστητε καὶ φύγωμεν , ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Ἀβεσσαλώμ · ταχύνατε τοῦ πορευθῆναι , ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ᾿ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν στόματι μαχαίρης . 15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα , ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς , ἰδοὺ οἱ παῖδές σου . 16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν · καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον . 17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν . 18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ Χεττὶ καὶ πᾶς ὁ Φελετθὶ καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ · καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί , ἑξακόσιοι ἄνδρες , καὶ παρῆσαν ἐπὶ χεῖρα αὐτοῦ · καὶ πᾶς ὁ Χερεθθὶ καὶ πᾶς ὁ Φελεθθὶ καὶ πάντες οἱ Γεθθαῖοι , ἑξακόσιοι ἄνδρες οἱ ἐλθόντες τοῖς ποσὶν αὐτῶν ἐκ Γέθ , πορευόμενοι ἐπὶ πρόσωπον τοῦ βασιλέως . 19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθθὶ τὸν Γεθθαῖον Ἵνα τί πορπορεύῃ καὶ σὺ μεθ᾿ ἡμῶν ; ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως , ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου . 20 εἰ ἐχθὲς παραγέγονας , καὶ σήμερον κινήσω σὲ μεθ᾿ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου , ἐχθὲς ἡ ἐξέλευσίς σου καὶ σήμερον μετακινήσω σὲ μεθ᾿ ἡμῶν τοῦ πορευθῆναι ; καὶ ἐγὼ πορπορεύσομαι οὗ ἄν ἐγὼ πορπορευθῶ . ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ , καὶ κύριος ποιήσει μετὰ σοῦ ἔλεος καὶ ἀλήθειαν . 21 καὶ ἀπεκρίθη Ἐθθὶ τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς , ὅτι εἰς τὸν τόπον , οὗ ἐὰν ᾖ ὁ κύριός μου , καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν , ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου . 22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἐθθὶ δεῦρο καὶ διάβαινε μετ᾿ ἐμοῦ · καὶ παρῆλθεν Ἐθθὶ ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ᾿ αὐτοῦ . 23 καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ . καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρών , καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρών · καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον . 24 καὶ ἰδοὺ καί γε Σαδὼκ καὶ πάντες οἱ Λευῖται μετ᾿ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθὰρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ , καὶ ἀνέβη Ἀβιαθάρ , ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως . 25 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ Ἀπόστρεψον τὴν κιβωτὸν τοῦ θεοῦ εἰς τὴν πόλιν · ἐὰν εὕρω χάριν ἐν ὀφθαλμοῖς κυρίου , καὶ ἐπιστρέψει με καὶ δείξει μοι αὐτὴν καὶ τὴν εὐπρέπειαν αὐτῆς · 26 καὶ ἐὰν εἴπῃ οὕτως Οὐκ ἠθέληκα ἐν σοί , ἰδοὺ ἐγώ εἰμι , ποιείτω μοι κατὰ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ . 27 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Σαδὼκ τῷ Ἱερεῖ ἴδετε σὺ ἐπιστρέφεις εἰς τὴν πόλιν ἐν εἰρήνῃ , καὶ Ἀχιμαὰς ὁ υἱός σου καὶ Ἰωνάθαν ὁ υἱὸς Ἀβιαθὰρ οἱ δύο υἱοὶ ὑμῶν μεθ᾿ ὑμῶν · 28 ἴδετε ἐγώ εἰμι στρατεύομαι ἐν Ἀραβὼθ τῆς ἐρήμου ἕως τοῦ ἐλθεῖν ῥῆμα παρ᾿ ὑμῶν τοῦ ἀπαγγεῖλαί μοι . 29 καὶ ἀπέστρεψεν Σαδὼκ καὶ Ἀβιαθὰρ τὴν κιβωτὸν εἰς Ἱερουσαλὴμ καὶ ἐκάθισεν ἐκεῖ . 30 καὶ Δαυὶδ ἀνέβαινεν ἐν τῇ ἀναβάσει τῶν ἐλαιῶν ἀναβαίνων καὶ κλαίων καὶ τὴν κεφαλὴν ἐπικεκαλυμμένος καὶ αὐτὸς ἐπορεύετο ἀνυπόδετος , καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ ἐπεκάλυψεν ἀνὴρ τὴν κεφαλὴν αὐτοῦ καὶ ἀνέβαινον ἀναβαίνοντες καὶ κλαίοντες .
31 καὶ ἀνηγγέλη Δαυὶδ λέγοντες Καὶ Ἀχιτοφὲλ ἐν τοῖς συστρεφομένοις μετὰ Ἀβεσσαλώμ · καὶ εἶπεν Δαυὶδ διασκέδασον δὴ τὴν βουλὴν Ἀχιτοφὲλ , κύριε ὁ θεός μου . 32 καὶ ἦν Δαυὶδ ἐρχόμενος ἕως τοῦ Ῥοώς , οὗ προσεκύνησεν ἐκεῖ τῷ θεῷ , καὶ ἰδοὺ εἰς ἀπαντὴν αὐτῷ Χουσὶ ὁ Ἀρχὶ ἑταῖρος Δαυὶδ διερρηχὼς τὸν χιτῶνα αὐτοῦ καὶ γῆ ἐπὶ τῆς κεφαλῆς αὐτοῦ . 33 καὶ εἶπεν αὐτῷ Δαυὶδ Ἐὰν μὲν διαβῇς μετ᾿ ἐμοῦ , καὶ ἔσῃ ἐπ᾿ ἐμὲ εἴς βάσταγμα · 34 καὶ ἐὰν εἰς τὴν πόλιν ἐπιστρέψῃς , καὶ ἐρεῖς τῷ Ἀβεσσαλὼμ Διεληλύθασιν οἱ ἀδελφοί σου , καὶ ὁ βασιλεὺς κατόπισθέν μου διελήλυθεν ὁ πατήρ σου , καὶ νῦν παῖς σου εἰμι , βασιλεῦ , ἔασόν με ζῆσαι , παῖς τοῦ πατρός σου ἤμην τότε καὶ ἀρτίως , καὶ νῦν ἐγὼ δοῦλος σός καὶ διασκεδάσεις μοι τὴν βουλὴν Ἀχιτοφέλ . 35 καὶ ἰδοὺ μετὰ σοῦ ἐκεῖ Σαδὼκ καὶ Ἀβιαθὰρ οἱ ἱερεῖς , καὶ ἔσται πᾶν ῥῆμα , ὃ ἐὰν ἀκούσῃς ἐξ οἴκου τοῦ βασιλέως , καὶ ἀναγγελεῖς τῷ Σαδὼκ καὶ τῷ Ἀβιαθὰρ τοῖς ἱερεῦσιν · 36 ἰδοὺ ἐκεῖ μετ᾿ αὐτῶν δύο υἱοὶ αὐτῶν , Ἀχιμαὰς υἱὸς τῷ Σαδὼκ καὶ Ἰωνάθαν υἱὸς τῷ Ἀβιαθάρ , καὶ ἀποστελεῖτε ἐν χειρὶ αὐτῶν πρός με πᾶν ῥῆμα ὃ ἐὰν ἀκούσητε . 37 καὶ εἰσῆλθεν Χουσὶ ὁ ἑταῖρος Δαυὶδ εἰς τὴν πόλιν , καὶ Ἀβεσσαλὼμ εἰσεπορεύετο εἰς Ἱερουσαλήμ .