1 καὶ παραγίνονται πᾶσαι αἱ φυλαὶ Ἰσραὴλ πρὸς Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν αὐτῷ ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς
2 καὶ ἐχθὲς καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως ἐφ᾿ ἡμῖν σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραὴλ καὶ εἶπεν κύριος πρὸς σέ σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραὴλ καὶ σὺ ἔσει εἰς ἡγούμενον ἐπὶ τὸν Ἰσραὴλ
3 καὶ ἔρχονται πάντες οἱ πρεσβύτεροι Ἰσραὴλ πρὸς τὸν βασιλέα εἰς Χεβρὼν καὶ διέθετο αὐτοῖς ὁ βασιλεὺς Δαυὶδ διαθήκην ἐν Χεβρὼν ἐνώπιον κυρίου καὶ χρίουσιν τὸν Δαυὶδ εἰς βασιλέα ἐπὶ πάντα Ἰσραὴλ
4 υἱὸς τριάκοντα ἐτῶν Δαυὶδ ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ τεσσαράκοντα ἔτη ἐβασίλευσεν
5 ἑπτὰ ἔτη καὶ ἓξ μῆνας ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν Ιούδαν καὶ τριάκοντα τρία ἔτη ἐβασίλευσεν ἐπὶ πάντα Ἰσραὴλ καὶ Ιούδαν ἐν Ἱερουσαλὴμ
6 καὶ ἀπῆλθεν Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ εἰς Ἱερουσαλὴμ πρὸς τὸν Ἰεβουσαῖον τὸν κατοικοῦντα τὴν γῆν καὶ ἐρρέθη τῷ Δαυὶδ οὐκ εἰσελεύσει ὧδε ὅτι ἀντέστησαν οἱ τυφλοὶ καὶ οἱ χωλοί λέγοντες ὅτι οὐκ εἰσελεύσεται Δαυὶδ ὧδε
7 καὶ κατελάβετο Δαυὶδ τὴν περιοχὴν Σιὼν αὕτη ἡ πόλις τοῦ Δαυὶδ
8 καὶ εἶπεν Δαυὶδ τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τύπτων Ἰεβουσαῖον ἁπτέσθω ἐν παραξιφίδι καὶ τοὺς χωλοὺς καὶ τοὺς τυφλοὺς καὶ τοὺς μισοῦντας τὴν ψυχὴν Δαυὶδ διὰ τοῦτο ἐροῦσιν τυφλοὶ καὶ χωλοὶ οὐκ εἰσελεύσονται εἰς οἶκον κυρίου
9 καὶ ἐκάθισεν Δαυὶδ ἐν τῇ περιοχῇ καὶ ἐκλήθη αὕτη ἡ πόλις Δαυὶδ καὶ ᾠκοδόμησεν τὴν πόλιν κύκλῳ ἀπὸ τῆς ἄκρας καὶ τὸν οἶκον αὐτοῦ
10 καὶ ἐπορεύετο Δαυὶδ πορευόμενος καὶ μεγαλυνόμενος καὶ κύριος παντοκράτωρ μετ᾿ αὐτοῦ
11 καὶ ἀπέστειλεν Χιρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ καὶ ξύλα κέδρινα καὶ τέκτονας ξύλων καὶ τέκτονας λίθων καὶ ᾠκοδόμησαν οἶκον τῷ Δαυὶδ
12 καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν κύριος εἰς βασιλέα ἐπὶ Ἰσραὴλ καὶ ὅτι ἐπήρθη ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραὴλ
13 καὶ ἔλαβεν Δαυὶδ ἔτι γυναῖκας καὶ παλλακὰς ἐξ Ἱερουσαλὴμ μετὰ τὸ ἐλθεῖν αὐτὸν ἐκ Χεβρὼν καὶ ἐγένοντο τῷ Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες
14 καὶ ταῦτα τὰ ὀνόματα τῶν γεννηθέντων αὐτῷ ἐν Ἱερουσαλὴμ Σαμμοὺς καὶ Σωβὰβ καὶ Νάθαν καὶ Σαλωμὼν
15 καὶ Ἐβεὰρ καὶ Ἐλισοὺς καὶ Ναφὲκ καὶ Ἰεφιὲς
16 καὶ Ἐλισαμὰ καὶ Ἐλιδαὲ καὶ Ἐλιφαλὰθ
16a Σαμαὲ Ἰεσσιβὰθ Νάθαν Γαλαμαὰν Ἰεβαὰρ Θεησοὺς Ἐλφαλὰτ Ναγὲδ Ναφὲκ Ἰαναθὰ Λεασαμὺς Βααλιμὰθ Ἐλιφαλὰθ
17 καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι κέχρισται Δαυὶδ βασιλεὺς ἐπὶ Ἰσραὴλ καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητεῖν τὸν Δαυὶδ καὶ ἤκουσεν Δαυὶδ καὶ κατέβη εἰς τὴν περιοχήν
18 καὶ οἱ ἀλλόφυλοι παραγίνονται καὶ συνέπεσαν εἰς τὴν κοιλάδα τῶν τιτάνων
19 καὶ ἠρώτησεν Δαυὶδ διὰ κυρίου λέγων εἰ ἀναβῶ πρὸς τοὺς ἀλλοφύλους καὶ παραδώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου καὶ εἶπεν κύριος πρὸς Δαυὶδ ἀνάβαινε ὅτι παραδιδοὺς παραδώσω τοὺς ἀλλοφύλους εἰς τὰς χεῖράς σου
20 καὶ ἦλθεν Δαυὶδ ἐκ τῶν ἐπάνω διακοπῶν καὶ ἔκοψεν τοὺς ἀλλοφύλους ἐκεῖ καὶ εἶπεν Δαυὶδ διέκοψεν κύριος τοὺς ἐχθρούς μου τοὺς ἀλλοφύλους ἐνώπιον ἐμοῦ ὡς διακόπτεται ὕδατα διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου ἐπάνω διακοπῶν
21 καὶ καταλιμπάνουσιν ἐκεῖ τοὺς θεοὺς αὐτῶν καὶ ἐλάβοσαν αὐτοὺς Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ
22 καὶ προσέθεντο ἔτι ἀλλόφυλοι τοῦ ἀναβῆναι καὶ συνέπεσαν ἐν τῇ κοιλάδι τῶν τιτάνων
23 καὶ ἐπηρώτησεν Δαυὶδ διὰ κυρίου καὶ εἶπεν κύριος οὐκ ἀναβήσει εἰς συνάντησιν αὐτῶν ἀποστρέφου ἀπ᾿ αὐτῶν καὶ παρέσει αὐτοῖς πλησίον τοῦ κλαυθμῶνος
24 καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σὲ τὴν φωνὴν τοῦ συγκλεισμοῦ τοῦ ἄλσους τοῦ κλαυθμῶνος τότε καταβήσει πρὸς αὐτούς ὅτι τότε ἐξελεύσεται κύριος ἔμπροσθέν σου κόπτειν ἐν τῷ πολέμῳ τῶν ἀλλοφύλων
25 καὶ ἐποίησεν Δαυὶδ καθὼς ἐνετείλατο αὐτῷ κύριος καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους ἀπὸ Γαβαὼν ἕως τῆς γῆς Γαζηρὰ