1 Καὶ ἐλάλησεν Δαυὶδ τῷ κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ᾗ ἡμέρᾳ ἐξείλατο αὐτὸν κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαούλ ,
κύριε , πέτρα μου καὶ ὀχύρωμά μου καὶ ἐξαιρούμενός με ἐμοί ,
3 ὁ θεός μου φύλαξ ἔσται μου , πεποιθὼς ἔσομαι ἐπ᾿ αὐτῷ , ὑπερασπιστής μου καὶ κέρας σωτηρίας μου , ἀντιλήμπτωρ μου καὶ καταφυγή μου σωτηρίας μου , ἐξ ἀδίκου σώσεις με .
4 αἰνετὸν ἐπικαλέσομαι κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι .
5 ὅτι περιέσχον με συντριμμοὶ θανάτου , χείμαρροι ἀνομίας ἐθάμβησάν με ·
6 ὠδῖνες θανάτου ἐκύκλωσάν με , προέφθασάν με σκληρότητες θανάτου .
7 ἐν τῷ θλίβεσθαί με ἐπικαλέσομαι κύριον καὶ πρὸς τὸν θεόν μου βοήσομαι · καὶ ἐπακούσεται ἐκ ναοῦ αὐτοῦ φωνῆς μου , καὶ ἡ κραυγή μου ἐν τοῖς ὠσὶν αὐτοῦ .
8 καὶ ἐταράχθη καὶ ἐσείσθη ἡ γῆ , καὶ τὰ θεμέλια τοῦ οὐρανοῦ συνεταράχθησαν καὶ ἐσπαράχθησαν , ὅτι ἐθυμώθη κύριος αὐτοῖς .
9 ἀνέβη καπνὸς ἐν τῇ ὀργῇ αὐτοῦ , καὶ πῦρ ἐκ στόματος αὐτοῦ κατέδεται , ἄνθρακες ἐξεκαύθησαν ἀπ᾿ αὐτοῦ .
10 καὶ ἔκλινεν οὐρανοὺς καὶ κατέβη , καὶ γνόφος ὑποκάτω τῶν ποδῶν αὐτοῦ .
11 καὶ ἐπεκάθισεν ἐπὶ χερουβιν καὶ ἐπετάσθη καὶ ὤφθη ἐπὶ πτερύγων ἀνέμου .
12 καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ , κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ σκότος ὑδάτων · ἐπάχυνεν ἐν νεφέλαις ἀέρος .
13 ἀπὸ τοῦ φέγγους ἐναντίον αὐτοῦ ἐξεκαύθησαν ἄνθρακες πυρός .
14 ἐβρόντησεν ἐξ οὐρανοῦ κύριος , καὶ ὁ ὕψιστος ἔδωκεν φωνὴν αὐτοῦ
15 καὶ ἀπέστειλεν βέλη καὶ ἐσκόρπισεν αὐτούς , ἀστραπὴν καὶ ἐξέστησεν αὐτούς .
16 καὶ ὤφθησαν ἀφέσεις θαλάσσης , καὶ ἀπεκαλύφθη θεμέλια τῆς οἰκουμένης ἐν τῇ ἐπιτιμήσει κυρίου , ἀπὸ πνοῆς πνεύματος θυμοῦ αὐτοῦ .
17 ἀπέστειλεν ἐξ ὕψους καὶ ἔλαβέν με , εἵλκυσέν με ἐξ ὑδάτων πολλῶν ·
18 ἐρρύσατό με ἐξ ἐχθρῶν μου ἰσχύος , ἐκ τῶν μισούντων με , ὅτι ἐκραταιώθησαν ὑπὲρ ἐμέ .
19 προέφθασάν με ἐν ἡμέρᾳ θλίψεώς μου , καὶ ἐγένετο κύριος ἐπιστήριγμά μου
20 καὶ ἐξήγαγέν με εἰς πλατυσμὸν καὶ ἐξείλατό με , ὅτι εὐδόκησεν ἐν ἐμοί .
21 καὶ ἀνταπέδωκέν μοι κύριος κατὰ τὴν δικαιοσύνην μου , κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἀνταπέδωκέν μοι ,
22 ὅτι ἐφύλαξα ὁδοὺς κυρίου καὶ οὐκ ἠσέβησα ἀπὸ τοῦ θεοῦ μου ,
23 ὅτι πάντα τὰ κρίματα αὐτοῦ κατεναντίον μου , καὶ τὰ δικαιώματα αὐτοῦ , οὐκ ἀπέστην ἀπ᾿ αὐτῶν .
24 καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου .
25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ .
26 μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ
27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ .
28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις .
29 ὅτι σὺ ὁ λύχνος μου , κύριε , καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου .
30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος .
31 ὁ ἰσχυρός , ἄμωμος ἡ ὁδὸς αὐτοῦ , τὸ ῥῆμα κυρίου κραταιόν , πεπυρωμένον , ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ᾿ αὐτῷ .
32 τίς ἰσχυρὸς πλὴν κυρίου ; καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν ;
33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει , καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου ·
34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με ·
35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου .
36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου , καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με
37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου , καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου .
38 διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω , ἕως συντελέσω αὐτούς ·
39 καὶ θλάσω αὐτούς , καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου .
40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον , κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου ·
41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον , τοὺς μισοῦντάς με , καὶ ἐθανάτωσας αὐτούς .
42 βοήσονται , καὶ οὐκ ἔστιν βοηθός , πρὸς κύριον , καὶ οὐχ ὑπήκουσεν αὐτῶν .
43 καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς , ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς .
44 καὶ ῥύσῃ με ἐκ μάχης λαῶν , φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν · λαός , ὃν οὐκ ἔγνων , ἐδούλευσάν μοι ,
45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι , εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου ·
46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν .
47 ζῇ κύριος , καὶ εὐλογητὸς ὁ φύλαξ μου , καὶ ὑψωθήσεται ὁ θεός μου , ὁ φύλαξ τῆς σωτηρίας μου .
48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί , παιδεύων λαοὺς ὑποκάτω μου
49 καὶ ἐξάγων με ἐξ ἐχθρῶν μου , καὶ ἐκ τῶν ἐπεγειρομένων μοι ὑψώσεις με , ἐξ ἀνδρὸς ἀδικημάτων ῥύσῃ με .
50 διὰ τοῦτο ἐξομολογήσομαί σοὶ , κύριε , ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ ,
51 μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ , τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος .