1 Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Ἀβεσσαλὼμ υἱῷ Δαυὶδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα καὶ ὄνομα αὐτῇ Θήμαρ , καὶ ἠγάπησεν αὐτὴν Ἀμνὼν υἱὸς Δαυίδ . 2 καὶ ἐθλίβετο Ἀμνὼν ὥστε ἀρρωστεῖν διὰ Θήμαρ τὴν ἀδελφὴν αὐτοῦ , ὅτι παρθένος ἦν αὐτή , καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Ἀμνὼν τοῦ ποιῆσαί τι αὐτῇ . 3 καὶ ἦν τῷ Ἀμνὼν ἑταῖρος , καὶ ὄνομα αὐτῷ Ἰωναδὰβ υἱὸς Σαμαὰ τοῦ ἀδελφοῦ Δαυίδ · καὶ Ἰωναδὰβ ἀνὴρ σοφὸς σφόδρα . 4 καὶ εἶπεν αὐτῷ Τί σοὶ ὅτι σὺ οὕτως ἀσθενής , υἱὲ τοῦ βασιλέως , τὸ πρωῒ ; πρωί οὐκ ἀπαγγελεῖς μοι ; καὶ εἶπεν αὐτῷ Ἀμνὼν Θήμαρ τὴν ἀδελφὴν Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ . 5 καὶ εἶπεν αὐτῷ Ἰωναδὰβ Κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι , καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σὲ , καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλθέτω δὴ Θήμαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ᾿ ὀφθαλμούς μου βρῶμα , ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς . 6 καὶ ἐκοιμήθη Ἀμνὼν καὶ ἠρρώστησεν , καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν , καὶ εἶπεν Ἀμνὼν πρὸς τὸν βασιλέα Ἐλθέτω δὴ Θήμαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας , καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς . 7 καὶ ἀπέστειλεν Δαυὶδ πρὸς Θήμαρ εἰς τὸν οἶκον λέγων πορΠορεύθητι δὴ εἰς τὸν οἶκον Ἀμνὼν τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα . 8 καὶ ἐπορεύθη Θήμαρ εἰς τὸν οἶκον Ἀμνὼν ἀδελφοῦ αὐτῆς , καὶ αὐτὸς κοιμώμενος . καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ᾿ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας · 9 καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ , καὶ οὐκ ἠθέλησεν φαγεῖν . καὶ εἶπεν Ἀμνὼν Ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου · καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ . 10 καὶ εἶπεν Ἀμνὼν πρὸς Θήμαρ Εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον , καὶ φάγομαι ἐκ τῆς χειρός σου . καὶ ἔλαβεν Θήμαρ τὰς κολλυρίδας , ἃς ἐποίησεν , καὶ εἰσήνεγκεν τῷ Ἀμνὼν ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα 11 καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν , καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ δεῦρο κοιμήθητι μετ᾿ ἐμοῦ , ἀδελφή μου . 12 καὶ εἶπεν αὐτῷ Μή , ἄδελφέ μου , μὴ ταπεινώσῃς με , διότι οὐ ποιηθήσεται οὕτως ἐν Ἰσραήλ · μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην · 13 καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου ; καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ἰσραήλ · καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα , ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ . 14 καὶ οὐκ ἠθέλησεν Ἀμνὼν τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ᾿ αὐτῆς . 15 καὶ ἐμίσησεν αὐτὴν Ἀμνὼν μῖσος μέγα σφόδρα , ὅτι μέγα τὸ μῖσος , ὃ ἐμίσησεν αὐτήν , ὑπὲρ τὴν ἀγάπην , ἣν ἠγάπησεν αὐτήν . καὶ εἶπεν αὐτῇ Ἀμνὼν Ἀνάστηθι καὶ πορεύου . 16 καὶ εἶπεν αὐτῷ Θήμαρ Μή , ἄδελφε , ὅτι μεγάλη ἡ κακία ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην , ἣν ἐποίησας μετ᾿ ἐμοῦ , τοῦ ἐξαποστεῖλαί με . καὶ οὐκ ἠθέλησεν Ἀμνὼν ἀκοῦσαι τῆς φωνῆς αὐτῆς . 17 καὶ ἐκάλεσεν τὸ παιδάριον αὐτοῦ τὸν προεστηκότα τοῦ οἴκου αὐτοῦ καὶ εἶπεν αὐτῷ Ἐξαποστείλατε δὴ ταύτην ἀπ᾿ ἐμοῦ ἔξω καὶ ἀπόκλεισον τὴν θύραν ὀπίσω αὐτῆς . 18 καὶ ἐπ᾿ αὐτῆς ἦν χιτὼν καρπωτός , ὅτι οὕτως ἐνεδιδύσκοντο αἱ θυγατέρες τοῦ βασιλέως αἱ παρθένοι τοὺς ἐπενδύτας αὐτῶν · καὶ ἐξήγαγεν αὐτὴν ὁ λειτουργὸς αὐτοῦ ἔξω καὶ ἀπέκλεισεν τὴν θύραν ὀπίσω αὐτῆς · 19 καὶ ἔλαβεν Θήμαρ σποδὸν καὶ ἐπέθηκεν ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ τὸν χιτῶνα τὸν καρπωτὸν τὸν ἐπ᾿ αὐτῆς διέρρηξεν καὶ ἐπέθηκεν τὰς χεῖρας αὐτῆς ἐπὶ τὴν κεφαλὴν αὐτῆς καὶ ἐπορεύθη πορευομένη καὶ κράζουσα . 20 καὶ εἶπεν πρὸς αὐτὴν Ἀβεσσαλὼμ ὁ ἀδελφὸς αὐτῆς Μὴ Ἀμνὼν ὁ ἀδελφός σου ἐγένετο μετὰ σοῦ ; καὶ νῦν , ἀδελφή μου , κώφευσον , ὅτι ἀδελφός σου ἐστιν · μὴ θῇς τὴν καρδίαν σου τοῦ λαλῆσαι εἰς τὸ ῥῆμα τοῦτο . καὶ ἐκάθισεν Θήμαρ χηρεύουσα ἐν οἴκῳ Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ αὐτῆς .
21 καὶ ἤκουσεν ὁ βασιλεὺς Δαυὶδ πάντας τοὺς λόγους τούτους καὶ ἐθυμώθη σφόδρα · καὶ οὐκ ἐλύπησεν τὸ πνεῦμα Ἀμνὼν τοῦ υἱοῦ αὐτοῦ , ὅτι ἠγάπα αὐτόν , ὅτι πρωτότοκος αὐτοῦ ἦν . 22 καὶ οὐκ ἐλάλησεν Ἀβεσσαλὼμ μετὰ Ἀμνὼν ἀπὸ πονηροῦ ἕως ἀγαθοῦ , ὅτι ἐμίσει Ἀβεσσαλὼμ τὸν Ἀμνὼν ἐπὶ λόγου οὗ ἐταπείνωσεν Θήμαρ τὴν ἀδελφὴν αὐτοῦ .
23 Καὶ ἐγένετο εἰς διετηρίδα ἡμερῶν καὶ ἦσαν κείροντες τῷ Ἀβεσσαλὼμ ἐν Βελασὼρ τῇ ἐχόμενα Ἐφραίμ , καὶ ἐκάλεσεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως . 24 καὶ ἦλθεν Ἀβεσσαλὼμ πρὸς τὸν βασιλέα καὶ εἶπεν Ἰδοὺ δὴ κείρουσιν τῷ δούλῳ σου , πορευθήτω δὴ ὁ βασιλεὺς καὶ οἱ παῖδες αὐτοῦ μετὰ τοῦ δούλου σου . 25 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀβεσσαλὼμ Μὴ δή , υἱέ μου , μὴ πορπορευθῶμεν πάντες ἡμεῖς , καὶ οὐ μὴ καταβαρυνθῶμεν ἐπὶ σέ . καὶ ἐβιάσατο αὐτόν , καὶ οὐκ ἠθέλησεν τοῦ πορευθῆναι καὶ εὐλόγησεν αὐτόν . 26 καὶ εἶπεν Ἀβεσσαλὼμ Καὶ εἰ μή , πορευθήτω δὴ μεθ᾿ ἡμῶν Ἀμνὼν ὁ ἀδελφός μου . καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί πορπορευθῇ μετὰ σοῦ ; 27 καὶ ἐβιάσατο αὐτὸν Ἀβεσσαλώμ , καὶ ἀπέστειλεν μετ᾿ αὐτοῦ τὸν Ἀμνὼν καὶ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως . καὶ ἐποίησεν Ἀβεσσαλὼμ πότον κατὰ τὸν πότον τοῦ βασιλέως . 28 καὶ ἐνετείλατο Ἀβεσσαλὼμ τοῖς παιδαρίοις αὐτοῦ λέγων Ἴδετε ὡς ἄν ἀγαθυνθῇ ἡ καρδία Ἀμνὼν ἐν τῷ οἴνῳ καὶ εἴπω πρὸς ὑμᾶς Πατάξατε τὸν Ἀμνών , καὶ θανατώσατε αὐτόν · μὴ φοβηθῆτε , ὅτι οὐχὶ ἐγώ εἰμι ἐντέλλομαι ὑμῖν ; ἀνδρίζεσθε καὶ γίνεσθε εἰς υἱοὺς δυνάμεως . 29 καὶ ἐποίησαν τὰ παιδάρια Ἀβεσσαλὼμ τῷ Ἀμνὼν καθὰ ἐνετείλατο αὐτοῖς Ἀβεσσαλώμ . καὶ ἀνέστησαν πάντες οἱ υἱοὶ τοῦ βασιλέως καὶ ἐπεκάθισαν ἀνὴρ ἐπὶ τὴν ἡμίονον αὐτοῦ καὶ ἔφυγαν . 30 καὶ ἐγένετο αὐτῶν ὄντων ἐν τῇ ὁδῷ καὶ ἡ ἀκοὴ ἦλθεν πρὸς Δαυὶδ λέγων Ἐπάταξεν Ἀβεσσαλὼμ πάντας τοὺς υἱοὺς τοῦ βασιλέως , καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς . 31 καὶ ἀνέστη ὁ βασιλεὺς καὶ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκοιμήθη ἐπὶ τὴν γῆν , καὶ πάντες οἱ παῖδες αὐτοῦ οἱ περιεστῶτες αὐτῷ διέρρηξαν τὰ ἱμάτια αὐτῶν . 32 καὶ ἀπεκρίθη Ἰωναδὰβ υἱὸς Σαμαὰ ἀδελφοῦ Δαυὶδ καὶ εἶπεν Μὴ εἰπάτω ὁ κύριός μου ὁ βασιλεὺς ὅτι πάντα τὰ παιδάρια τοὺς υἱοὺς τοῦ βασιλέως ἐθανάτωσεν , ὅτι Ἀμνὼν μονώτατος ἀπέθανεν · ὅτι ἐπὶ στόματος Ἀβεσσαλὼμ ἦν κείμενος ἀπὸ τῆς ἡμέρας , ἧς ἐταπείνωσεν Θήμαρ τὴν ἀδελφὴν αὐτοῦ · 33 καὶ νῦν μὴ θέσθω ὁ κύριός μου ὁ βασιλεὺς ἐπὶ τὴν καρδίαν αὐτοῦ ῥῆμα λέγων Πάντες οἱ υἱοὶ τοῦ βασιλέως ἀπέθαναν , ὅτι ἀλλ᾿ ἢ Ἀμνὼν μονώτατος ἀπέθανεν . 34 καὶ ἀπέδρα Ἀβεσσαλώμ . καὶ ἦρεν τὸ παιδάριον ὁ σκοπὸς τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ λαὸς πολὺς πορευόμενος ἐν τῇ ὁδῷ ὄπισθεν αὐτοῦ ἐκ πλευρᾶς τοῦ ὄρους ἐν τῇ καταβάσει · καὶ παρεγένετο ὁ σκοπὸς καὶ ἀπήγγειλεν τῷ βασιλεῖ καὶ εἶπεν Ἄνδρας ἑώρακα ἐκ τῆς ὁδοῦ τῆς Ὀρωνῆν ἐκ μέρους τοῦ ὄρους . 35 καὶ εἶπεν Ἰωναδὰβ πρὸς τὸν βασιλέα Ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως πάρεισιν · κατὰ τὸν λόγον τοῦ δούλου σου , οὕτως ἐγένετο . 36 καὶ ἐγένετο ἡνίκα συνετέλεσεν λαλῶν , καὶ ἰδοὺ οἱ υἱοὶ τοῦ βασιλέως ἦλθαν καὶ ἐπῆραν τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν , καί γε ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ ἔκλαυσαν κλαυθμὸν μέγαν σφόδρα . 37 καὶ Ἀβεσσαλὼμ ἔφυγεν καὶ ἐπορεύθη πρὸς Θολμαὶ υἱὸν Ἐμιοὺδ βασιλέα Γεδσοὺρ εἰς γῆν Μαχάδ . καὶ ἐπένθησεν ὁ βασιλεὺς Δαυὶδ ἐπὶ τὸν υἱὸν αὐτοῦ πάσας τὰς ἡμέρας .
38 Καὶ Ἀβεσσαλὼμ ἀπέδρα καὶ ἐπορεύθη εἰς Γεδσοὺρ καὶ ἦν ἐκεῖ ἔτη τρία . 39 καὶ ἐκόπασεν τὸ πνεῦμα τοῦ βασιλέως τοῦ ἐξελθεῖν ὀπίσω Ἀβεσσαλώμ , ὅτι παρεκλήθη ἐπὶ Ἀμνὼν ὅτι ἀπέθανεν .