Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 4

1  καὶ ἤκουσεν Μεμφιβοσθὲ υἱὸς Σαοὺλ ὅτι τέθνηκεν Ἀβεννὴρ ἐν Χεβρὼν καὶ ἐξελύθησαν αἱ χεῖρες αὐτοῦ καὶ πάντες οἱ ἄνδρες Ἰσραὴλ παρείθησαν

2  καὶ δύο ἄνδρες ἡγούμενοι συστρεμμάτων τῷ Μεμφιβοσθὲ υἱῷ Σαοὺλ ὄνομα τῷ ἑνὶ Βαανὰ καὶ ὄνομα τῷ δευτέρῳ Ῥηχὰβ υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου ἐκ τῶν υἱῶν Βενιαμὶν ὅτι Βηρὼθ ἐλογίζετο τοῖς υἱοῖς Βενιαμὶν

3  καὶ ἀπέδρασαν οἱ Βηρωθαῖοι εἰς Γεθθαίμ καὶ ἦσαν ἐκεῖ παροικοῦντες ἕως τῆς ἡμέρας ταύτης

4  καὶ τῷ Ἰωνάθαν υἱῷ Σαοὺλ υἱὸς πεπληγὼς τοὺς πόδας υἱὸς ἐτῶν πέντε οὗτος ἐν τῷ ἐλθεῖν τὴν ἀγγελίαν Σαοὺλ καὶ Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ ἐξ Ἰεζραὲλ καὶ ἦρεν αὐτὸν τιθηνὸς αὐτοῦ καὶ ἔφυγεν καὶ ἐγένετο ἐν τῷ σπεύδειν αὐτὴν καὶ ἀναχωρεῖν καὶ ἔπεσεν καὶ ἐχωλάνθη καὶ ὄνομα αὐτῷ Μεμφιβοσθὲ

5  καὶ ἐπορεύθησαν υἱοὶ Ῥεμμὼν τοῦ Βηρωθαίου Ῥεκχὰ Ῥεκχὰ καὶ Βαανὰ καὶ εἰσῆλθον ἐν τῷ καύματι τῆς ἡμέρας εἰς οἶκον Μεμφιβοσθὲ καὶ αὐτὸς ἐκάθευδεν ἐν τῇ κοίτῃ τῆς μεσημβρίας

6  καὶ ἰδοὺ θυρωρὸς τοῦ οἴκου ἐκάθαιρεν πυροὺς καὶ ἐνύσταξεν καὶ ἐκάθευδεν καὶ Ῥεκχὰ καὶ Βαανὰ οἱ ἀδελφοὶ διέλαθον

7  καὶ εἰσῆλθον εἰς τὸν οἶκον καὶ Μεμφιβοσθὲ ἐκάθευδεν ἐπὶ τῆς κλίνης αὐτοῦ ἐν τῷ κοιτῶνι αὐτοῦ καὶ τύπτουσιν αὐτὸν καὶ θανατοῦσιν καὶ ἀφαιροῦσιν τὴν κεφαλὴν αὐτοῦ καὶ ἔλαβον τὴν κεφαλὴν αὐτοῦ καὶ ἀπῆλθον ὁδὸν τὴν κατὰ δυσμὰς ὅλην τὴν νύκτα

8  καὶ ἤνεγκαν τὴν κεφαλὴν Μεμφιβοσθὲ τῷ Δαυὶδ εἰς Χεβρὼν καὶ εἶπαν πρὸς τὸν βασιλέα ἰδοὺ κεφαλὴ Μεμφιβοσθὲ υἱοῦ Σαοὺλ τοῦ ἐχθροῦ σου ὃς ἔντερα τὴν ψυχήν σου καὶ ἔδωκεν κύριος τῷ κυρίῳ βασιλεῖ ἐκδίκησιν τῶν ἐχθρῶν αὐτοῦ ὡς ἡμέρα αὕτη ἐκ Σαοὺλ τοῦ ἐχθροῦ σου καὶ ἐκ τοῦ σπέρματος αὐτοῦ

9  καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ῥεκχὰ καὶ τῷ Βαανὰ ἀδελφῷ αὐτοῦ υἱοῖς Ῥεμμὼν τοῦ Βηρωθαίου καὶ εἶπεν αὐτοῖς ζῇ κύριος ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως

10  ὅτι ἀπαγγείλας μοι ὅτι τέθνηκεν Σαοὺλ καὶ αὐτὸς ἦν ὡς εὐαγγελιζόμενος ἐνώπιόν μου καὶ κατέσχον αὐτὸν καὶ ἀπέκτεινα ἐν Σεκελὰκ ἔδει με δοῦναι εὐαγγέλια

11  καὶ νῦν ἄνδρες πονηροὶ ἀπεκτάγκασιν ἄνδρα δίκαιον ἐν τῷ οἴκῳ αὐτοῦ ἐπὶ τῆς κοίτης αὐτοῦ καὶ νῦν ἐκζητήσω τὸ αἷμα αὐτοῦ ἐκ χειρὸς ὑμῶν καὶ ἐξολεθρεύσω ὑμᾶς ἐκ τῆς γῆς

12  καὶ ἐνετείλατο Δαυὶδ τοῖς παιδαρίοις αὐτοῦ καὶ ἀποκτέννουσιν αὐτοὺς καὶ κολοβοῦσιν τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας αὐτῶν καὶ ἐκρέμασαν αὐτοὺς ἐπὶ τῆς κρήνης ἐν Χεβρὼν καὶ τὴν κεφαλὴν Μεμφιβοσθὲ ἔθαψαν ἐν τῷ τάφῳ Ἀβεννὴρ υἱοῦ Νὴρ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era