Car Repair Manuals

II Samuel

Σαμουηλ Β' (Βασιλειων Β')

Chapter 2

1  καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυὶδ ἐν κυρίῳ λέγων εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ἰοῦδα καὶ εἶπεν κύριος πρὸς αὐτόν ἀνάβηθι καὶ εἶπεν Δαυὶδ ποῦ ἀναβῶ καὶ εἶπεν εἰς Χεβρὼν

2  καὶ ἀνέβη ἐκεῖ Δαυὶδ εἰς Χεβρὼν καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ Ἀχινοὸμ Ἰεζραηλῖτις Ἰεζραηλῖτις καὶ Ἀβιγαία γυνὴ Ναβὰλ τοῦ Καρμηλίου

3  καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ἕκαστος καὶ οἶκος αὐτοῦ καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρὼν

4  καὶ ἔρχονται ἄνδρες τῆς Ἰουδαίας καὶ χρίουσιν τὸν Δαυὶδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ἰοῦδα καὶ ἀπήγγειλαν τῷ Δαυὶδ λέγοντες ὅτι οἱ ἄνδρες Ιαβὶς τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαοὺλ

5  καὶ ἀπέστειλεν Δαυὶδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβὶς τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαοὺλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ

6  καὶ νῦν ποιήσαι κύριος μεθ᾿ ὑμῶν ἔλεος καὶ ἀλήθειαν καί γε ἐγὼ ποιήσω μεθ᾿ ὑμῶν τὰ ἀγαθὰ ταῦτα ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο

7  καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς ὅτι τέθνηκεν κύριος ὑμῶν Σαοὺλ καί γε ἐμὲ κέχρικεν οἶκος Ἰοῦδα ἐφ᾿ ἑαυτοὺς εἰς βασιλέα

8  καὶ Ἀβεννὴρ υἱὸς Νὴρ ἀρχιστράτηγος τοῦ Σαοὺλ ἔλαβεν τὸν Ἰεβοσθὲ υἱὸν Σαοὺλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναὲμ

9  καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρὶ καὶ ἐπὶ τὸν Ἰεζραὲλ καὶ ἐπὶ τὸν Ἐφραὶμ καὶ ἐπὶ τὸν Βενιαμὶν καὶ ἐπὶ πάντα Ἰσραὴλ

10  τεσσαράκοντα ἐτῶν Ἰεβοσθὲ υἱὸς Σαοὺλ ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ἰσραὴλ καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ἰοῦδα οἳ ἦσαν ὀπίσω Δαυὶδ

11  καὶ ἐγένοντο αἱ ἡμέραι ἃς Δαυὶδ ἐβασίλευσεν ἐν Χεβρὼν ἐπὶ τὸν οἶκον Ἰοῦδα ἑπτὰ ἔτη καὶ ἓξ μῆνας

12  καὶ ἐξῆλθεν Ἀβεννὴρ υἱὸς Νὴρ καὶ οἱ παῖδες Ἰεβοσθὲ υἱοῦ Σαοὺλ ἐκ Μαναὲμ εἰς Γαβαὼν

13  καὶ Ἰωὰβ υἱὸς Σαρουίας καὶ οἱ παῖδες Δαυὶδ ἐξήλθοσαν ἐκ Χεβρὼν καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐπὶ τὸ αὐτό καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαὼν ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν

14  καὶ εἶπεν Ἀβεννὲρ πρὸς Ἰωὰβ ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν καὶ εἶπεν Ἰωὰβ ἀναστήτωσαν

15  καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμὶν δώδεκα τῶν Ἰεβοσθὲ υἱοῦ Σαοὺλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυὶδ

16  καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ καὶ πίπτουσιν κατὰ τὸ αὐτό καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου μερὶς τῶν ἐπιβούλων ἐστιν ἐν Γαβαὼν

17  καὶ ἐγένετο πόλεμος σκληρὸς ὥστε λίαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἔπταισεν Ἀβεννὴρ καὶ ἄνδρες Ἰσραὴλ ἐνώπιον παίδων Δαυὶδ

18  καὶ ἐγένοντο ἐκεῖ τρεῖς υἱοὶ Σαρουίας Ἰωὰβ καὶ Ἀβεσσὰ καὶ Ἀσαὴλ καὶ Ἀσαὴλ κοῦφος τοῖς ποσὶν αὐτοῦ ὡσεὶ μία δορκὰς ἐν ἀγρῷ

19  καὶ κατεδίωξεν Ἀσαὴλ ὀπίσω Ἀβεννὴρ καὶ οὐκ ἐξέκλινεν τοῦ πορεύεσθαι εἰς δεξιὰ οὐδὲ εἰς ἀριστερὰ κατόπισθεν Ἀβεννὴρ

20  καὶ ἐπέβλεψεν Ἀβεννὴρ εἰς τὰ ὀπίσω αὐτοῦ καὶ εἶπεν εἰ σὺ εἶ αὐτὸς Ἀσαὴλ καὶ εἶπεν ἐγώ εἰμι

21  καὶ εἶπεν αὐτῷ Ἀβεννὴρ ἔκκλινον σὺ εἰς τὰ δεξιὰ εἰς τὰ ἀριστερὰ καὶ κάτασχε σαυτῷ ἓν τῶν παιδαρίων καὶ λαβὲ σεαυτῷ τὴν πανοπλίαν αὐτοῦ καὶ οὐκ ἠθέλησεν Ἀσαὴλ ἐκκλῖναι ἐκ τῶν ὄπισθεν αὐτοῦ

22  καὶ προσέθετο ἔτι Ἀβεννὴρ λέγων τῷ Ἀσαὴλ ἀπόστηθι ἀπ᾿ ἐμοῦ ἵνα μὴ πατάξω σὲ εἰς τὴν γῆν καὶ πῶς ἀρῶ τὸ πρόσωπόν μου πρὸς Ἰωὰβ καὶ ποῦ ἐστιν ταῦτα ἐπίστρεφε πρὸς Ἰωὰβ τὸν ἀδελφόν σου

23  καὶ οὐκ ἐβούλετο τοῦ ἀποστῆναι καὶ τύπτει αὐτὸν Ἀβεννὴρ ἐν τῷ ὀπίσω τοῦ δόρατος ἐπὶ τὴν ψόαν καὶ διεξῆλθεν τὸ δόρυ ἐκ τῶν ὀπίσω αὐτοῦ καὶ πίπτει ἐκεῖ καὶ ἀποθνῄσκει ὑποκάτω αὐτοῦ καὶ ἐγένετο πᾶς ἐρχόμενος ἕως τοῦ τόπου οὗ ἔπεσεν ἐκεῖ Ἀσαὴλ καὶ ἀπέθανεν καὶ ὑφίστατο

24  καὶ κατεδίωξεν Ἰωὰβ καὶ Ἀβεσσὰ ὀπίσω Ἀβεννὴρ καὶ ἥλιος ἔδυνεν καὶ αὐτοὶ εἰσῆλθον ἕως τοῦ βουνοῦ Ἀμμὰν ἐστιν ἐπὶ προσώπου Γαῒ ὁδὸν ἔρημον Γαβαὼν

25  καὶ συναθροίζονται υἱοὶ Βενιαμὶν οἱ ὀπίσω Ἀβεννὴρ καὶ ἐγενήθησαν εἰς συνάντησιν μίαν καὶ ἔστησαν ἐπὶ κεφαλὴν βουνοῦ ἑνός

26  καὶ ἐκάλεσεν Ἀβεννὴρ Ἰωὰβ καὶ εἶπεν μὴ εἰς νῖκος καταφάγεται ῥομφαία οὐκ οἶδας ὅτι πικρὰ ἔσται εἰς τὰ ἔσχατα καὶ ἕως πότε οὐ μὴ εἴπῃς τῷ λαῷ ἀναστρέφειν ἀπὸ ὄπισθεν τῶν ἀδελφῶν ἡμῶν

27  καὶ εἶπεν Ἰωὰβ ζῇ κύριος ὅτι εἰ μὴ ἐλάλησας διότι τότε ἐκ πρωίθεν ἀνέβη λαὸς ἕκαστος κατόπισθεν τοῦ ἀδελφοῦ αὐτοῦ

28  καὶ ἐσάλπισεν Ἰωὰβ τῇ σάλπιγγι καὶ ἀπέστησαν πᾶς λαὸς καὶ οὐ κατεδίωξαν ὀπίσω τοῦ Ἰσραὴλ καὶ οὐ προσέθεντο ἔτι τοῦ πολεμεῖν

29  καὶ Ἀβεννὴρ καὶ οἱ ἄνδρες αὐτοῦ ἀπῆλθον εἰς δυσμὰς ὅλην τὴν νύκτα ἐκείνην καὶ διέβαιναν τὸν Ἰορδάνην καὶ ἐπορεύθησαν ὅλην τὴν παρατείνουσαν καὶ ἔρχονται εἰς τὴν παρεμβολήν

30  καὶ Ἰωὰβ ἀνέστρεψεν ὄπισθεν ἀπὸ τοῦ Ἀβεννὴρ καὶ συνήθροισεν πάντα τὸν λαόν καὶ ἐπεσκέπησαν τῶν παίδων Δαυὶδ ἐννεακαίδεκα ἄνδρες καὶ Ἀσαὴλ

31  καὶ οἱ παῖδες Δαυὶδ ἐπάταξαν τῶν υἱῶν Βενιαμὶν τῶν ἀνδρῶν Ἀβεννὴρ τριακοσίους ἑξήκοντα ἄνδρας παρ᾿ αὐτοῦ

32  καὶ αἴρουσιν τὸν Ἀσαὴλ καὶ θάπτουσιν αὐτὸν ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ ἐν Βαιθλεὲμ καὶ ἐπορεύθη Ἰωὰβ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ ὅλην τὴν νύκτα καὶ διέφαυσεν αὐτοῖς ἐν Χεβρὼν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era