Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 4

1  Δεῖ οὖν ἡμᾶς περὶ τῶν ἐνεστώτων ἐπιπολὺ ἐραυνῶντας ἐκζητεῖν τὰ δυνάμενα ἡμᾶς σῴζειν . φύγωμεν οὖν τελείως ἀπὸ πάντων τῶν ἔργων τῆς ἀνομίας , μήποτε καταλάβῃ ἡμᾶς τὰ ἔργα τῆς ἀνομίας · καὶ μισήσωμεν τὴν πλάνην τοῦ νῦν καιροῦ , ἵνα εἰς τὸν μέλλοντα ἀγαπηθῶμεν . 2  μὴ δῶμεν τῇ ἑαυτῶν ψυχῇ ἄνεσιν , ὥστε ἔχειν αὐτὴν ἐξουσίαν μετὰ ἁμαρτωλῶν καὶ πονηρῶν συντρέχειν , μήποτε ὁμοιωθῶμεν αὐτοῖς . 3  τὸ τέλειον σκάνδαλον ἤγγικεν , περὶ οὗ γέγραπται , ὡς Ἐνὼχ λέγει . Εἰς τοῦτο γὰρ δεσπότης συντέτμηκεν τοὺς καιροὺς καὶ τὰς ἡμέρας , ἵνα ταχύνῃ ἠγαπημένος αὐτοῦ καὶ ἐπὶ τὴν κληρονομίαν ἥξῃ . 4  λέγει δὲ οὕτως καὶ προφήτης · Βασιλεῖαι δέκα ἐπὶ τῆς γῆς βασιλεύσουσιν , καὶ ἐξαναστήσεται ὄπισθεν μικρὸς βασιλεύς , ὃς ταπεινώσει τρεῖς ὑφ᾿ ἓν τῶν βασιλέων . 5  ὁμοίως περὶ τοῦ αὐτοῦ λέγει Δανιήλ · Καὶ εἶδον τὸ τέταρτον θηρίον τὸ πονηρὸν καὶ ἰσχυρὸν καὶ χαλεπώτερον παρὰ πάντα τὰ θηρία τῆς θαλάσσης , καὶ ὡς ἐξ αὐτοῦ ἀνέτειλεν δέκα κέρατα , καὶ ἐξ αὐτῶν μικρὸν κέρας παραφυάδιον , καὶ ὡς ἐταπείνωσεν ὑφ᾿ ἓν τρία τῶν μεγάλων κεράτων .

6  Συνιέναι οὖν ὀφείλετε . ἔτι δὲ καὶ τοῦτο ἐρωτῶ ὑμᾶς ὡς εἷς ἐξ ὑμῶν ὤν , ἰδίως δὲ καὶ πάντας ἀγαπῶν ὑπὲρ τὴν ψυχήν μου , προσέχειν νῦν ἑαυτοῖς καὶ μὴ ὁμοιοῦσθαί τισιν ἐπισωρεύοντας ταῖς ἁμαρτίαις ὑμῶν λέγοντας , ὅτι διαθήκη ἐκείνων καὶ ἡμῶν . 7  ἡμῶν μέν · ἀλλ᾿ ἐκεῖνοι οὕτως εἰς τέλος ἀπώλεσαν αὐτὴν λαβόντος ἤδη τοῦ Μωϋσέως . λέγει γὰρ γραφή · Καὶ ἦν Μωϋσῆς ἐν τῷ ὄρει νηστεύων ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα , καὶ ἔλαβεν τὴν διαθήκην ἀπὸ τοῦ κυρίου , πλάκας λιθίνας γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς τοῦ κυρίου . 8  ἀλλὰ ἐπιστραφέντες ἐπὶ τὰ εἴδωλα ἀπώλεσαν αὐτήν . λέγει γὰρ οὕτως κύριος . Μωϋσῆ Μωϋσῆ , κατάβηθι τὸ τάχος , ὅτι ἠνόμησεν λαός σου , οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου , καὶ συνῆκεν Μωϋσῆς καὶ ἔριψεν τὰς δύο πλάκας ἐκ τῶν χειρῶν αὐτοῦ · καὶ συνετρίβη αὐτῶν διαθήκη , ἵνα τοῦ ἠγαπημένου Ἰησοῦ ἐγκατασφραγισθῇ εἰς τὴν καρδίαν ἡμῶν ἐν ἐλπίδι τῆς πίστεως αὐτοῦ . 9  πολλὰ δὲ θέλων γράφειν , οὐχ ὡς διδάσκαλος , ἀλλ᾿ ὡς πρέπει ἀγαπῶντι ἀφ᾿ ὧν ἔχομεν μὴ ἐλλείπειν , γράφειν ἐσπούδασα , περίψημα ὑμῶν .

Διὸ προσέχωμεν ἐν ταῖς ἐσχάταις ἡμέραις · οὐδὲν γὰρ ὠφελήσει ἡμᾶς πᾶς χρόνος τῆς πίστεως ἡμῶν , ἐὰν μὴ νῦν ἐν τῷ ἀνόμῳ καιρῷ καὶ τοῖς μέλλουσιν σκανδάλοις , ὡς πρέπει υἱοῖς θεοῦ , ἀντιστῶμεν , ἵνα μὴ σχῇ παρείσδυσιν μέλας . 10  φύγωμεν ἀπὸ πάσης ματαιότητος , μισήσωμεν τελείως τὰ ἔργα τῆς πονηρᾶς ὁδοῦ . μὴ καθ᾿ ἑαυτοὺς ἐνδύνοντες μονάζετε ὡς ἤδη δεδικαιωμένοι , ἀλλ᾿ ἐπὶ τὸ αὐτὸ συνερχόμενοι συνζητεῖτε περὶ τοῦ κοινῇ συμφέροντος . 11  λέγει γὰρ γραφή · Οὐαὶ οἱ συνετοὶ ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες . γενώμεθα πνευματικοί , γενώμεθα ναὸς τέλειος τῷ θεῷ . ἐφ᾿ ὅσον ἐστὶν ἐν ἡμῖν , μελετῶμεν τὸν φόβον τοῦ θεοῦ καὶ φυλάσσειν ἀγωνιζώμεθα τὰς ἐντολὰς αὐτοῦ , ἵνα ἐν τοῖς δικαιώμασιν αὐτοῦ εὐφρανθῶμεν . 12  κύριος ἀπροσωπολήμπτως κρινεῖ τὸν κόσμον . ἕκαστος καθὼς ἐποίησεν κομιεῖται . ἐὰν ἀγαθός , δικαιοσύνη αὐτοῦ προηγήσεται αὐτοῦ · ἐὰν πονηρός , μισθὸς τῆς πονηρίας ἔμπροσθεν αὐτοῦ · 13  ἵνα μήποτε ἐπαναπαύομενοι ὡς κλητοὶ ἐπικαθυπνώσωμεν ταῖς ἁμαρτίαις ἡμῶν , καὶ πονηρὸς ἄρχων λαβὼν τὴν καθ᾿ ἡμῶν ἐξουσίαν ἀπώσηται ἡμᾶς ἀπὸ τῆς βασιλείας τοῦ κυρίου . 14  ἔτι δὲ κἀκεῖνο , ἀδελφοί μου , νοεῖτε · ὅταν βλέπετε ματὰ τηλικαῦτα σημεῖα καὶ τέρατα γεγονότα ἐν τῷ Ἰσραήλ , καὶ οὕτως ἐγκαταλελεῖφθαι αὐτούς · προσέχωμεν , μήποτε , ὡς γέγραπται , πολλοὶ κλητοί , ὀλίγοι δὲ ἐκλεκτοὶ εὑρεθῶμεν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era