Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 13

1  Ἴδωμεν δὲ εἰ οὗτος λαὸς κληρονομεῖ πρῶτος , καὶ εἰ διαθήκη εἰς ἡμᾶς εἰς ἐκείνους . 2  ἀκούσατε οὖν περὶ τοῦ λαοῦ τί λέγει γραφή · Ἐδεῖτο δὲ Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ , ὅτι στεῖρα ἦν · καὶ συνέλαβεν . εἶτα ἐξῆλθεν Ῥεβέκκα πυθέσθαι παρὰ κυρίου , καὶ εἶπεν κύριος πρὸς αὐτήν · Δύο ἔθνη ἐν τῇ γαστρί σου καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου , καὶ ὑπερέξει λαὸς λαοῦ καὶ μείζων δουλεύσει τῷ ἐλάσσονι . 3  αἰσθάνεσθαι ὀφείλετε , τίς Ἰσαὰκ καὶ τίς Ῥεβέκκα , καὶ ἐπὶ τίνων δέδειχεν , ὅτι μείζων λαὸς οὗτος ἐκεῖνος . 4  καὶ ἐν ἄλλῃ προφητείᾳ λέγει φανερώτερον Ἰακὼβ πρὸς Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ , λέγων · ἰδού , οὐκ ἐστέρησέν με κύριος τοῦ προσώπου σου · προσάγαγέ μοι τοὺς υἱούς σου , ἵνα εὐλογήσω αὐτούς . 5  καὶ προσήγαγεν Ἐφραὶμ καὶ Μανασσῆ , τὸν Μανασσῆ θέλων ἵνα εὐλογηθῇ , ὅτι πρεσβύτερος ἦν · γὰρ Ἰωσὴφ προσήγαγεν εἰς τὴν δεξιὰν χεῖρα τοῦ πατρὸς Ἰακώβ . εἶδεν δὲ Ἰακὼβ τύπον τῷ πνεύματι τοῦ λαοῦ τοῦ μεταξύ · καὶ τί λέγει ; Καὶ ἐποίησεν Ἰακὼβ ἐναλλὰξ τὰς χεῖρας αὐτοῦ καὶ ἐπέθηκεν τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Ἐφραίμ , τοῦ δευτέρου καὶ νεωτέρου , καὶ εὐλόγησεν αὐτόν . καὶ εἶπεν Ἰωσὴφ πρὸς Ἰακώβ · Μετάθες σου τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ , ὅτι πρωτότοκός μου υἱός ἐστιν . καὶ εἶπεν Ἰακὼβ πρὸς Ἰωσήφ · Οἶδα , τέκνον , οἶδα · ἀλλ᾿ μείζων δουλεύσει τῷ ἐλάσσονι , καὶ οὗτος δὲ εὐλογηθήσεται . 6  βλέπετε , ἐπὶ τίνων τέθεικεν , τὸν λαὸν τοῦτον εἶναι πρῶτον καὶ τῆς διαθήκης κληρονόμον .

7  Εἰ οὖν ἔτι καὶ διὰ τοῦ Ἀβραὰμ ἐμνήσθη , ἀπέχομεν τὸ τέλειον τῆς γνώσεως ἡμῶν . τί οὖν λέγει τῷ Ἀβραάμ , ὅτε μόνος πιστεύσας ἐτέθη εἰς δικαιοσύνην ; ἰδού , τέθεικά σὲ , Ἀβραάμ , πατέρα ἐθνῶν τῶν πιστευόντων δι᾿ ἀκροβυστίας τῷ θεῷ .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era