1 Μεταβῶμεν δὲ καὶ ἐπὶ ἑτέραν γνῶσιν καὶ διδαχήν . ὁδοὶ δύο εἰσὶν διδαχῆς καὶ ἐξουσίας , ἥ τε τοῦ φωτὸς καὶ ἡ τοῦ σκότους . διαφορὰ δὲ πολλὴ τῶν δύο ὁδῶν . ἐφ᾿ ἧς μὲν γάρ εἰσιν τεταγμένοι φωταγωγοὶ ἄγγελοι τοῦ θεοῦ , ἐφ᾿ ἧς δὲ ἄγγελοι τοῦ σατανᾶ . 2 καὶ ὁ μέν ἐστιν κύριος ἀπὸ αἰώνων καὶ εἰς τοὺς αἰῶνας , ὁ δὲ ἄρχων καιροῦ τοῦ νῦν τῆς ἀνομίας .