1 Ὅτε οὖν ἐποίησεν τὴν ἐντολήν , τί λέγει ; Τίς ὁ κρινόμενός μοι ; ἀντιστήτω μοι · ἢ τίς ὁ δικαιούμενός μοι ; ἐγγισάτω τῷ παιδὶ κυρίου . 2 οὐαὶ ὑμῖν , ὅτι ὑμεῖς πάντες ὡς ἱμάτιον παλαιωθήσεσθε , καὶ σὴς καταφάγεται ὑμᾶς . καὶ πάλιν λέγει ὁ προφήτης , ἐπεὶ ὡς λίθος ἰσχυρὸς ἐτέθη εἰς συντριβήν · ἰδού , ἐμβαλῶ εἰς τὰ θεμέλια Σιὼν λίθον πολυτελῆ , ἐκλεκτόν , ἀκρογωνιαῖον , ἔντιμον . 3 εἶτα τί λέγει ; Καὶ ὃς ἐλπίσει ἐπ᾿ αὐτὸν ζήσεται εἰς τὸν αἰῶνα . ἐπὶ λίθον οὖν ἡμῶν ἡ ἐλπίς ; μὴ γένοιτο · ἀλλ᾿ ἐπεὶ ἐν ἰσχύϊ τέθεικεν τὴν σάρκα αὐτοῦ κύριος . λέγει γάρ · Καὶ ἔθηκέ με ὡς στερεὰν πέτραν . 4 λέγει δὲ πάλιν ὁ προφήτης · Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες , οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας . καὶ πάλιν λέγει · Αὕτη ἐστὶν ἡ ἡμέρα ἡ μεγάλη καὶ θαυμαστή , ἣν ἐποίησεν ὁ κύριος . 5 ἁπλούστερον ὑμῖν γράφω , ἵνα συνιῆτε · ἐγὼ περίψημα τῆς ἀγάπης ὑμῶν . 6 τί οὖν λέγει πάλιν ὁ προφήτης ; Περιέσχεν με συναγωγὴ πονηρευομένων , ἐκύκλωσάν με ὡσεὶ μέλισσαι κηρίον , καί · Ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον . 7 ἐν σαρκὶ οὖν αὐτοῦ μέλλοντος φανεροῦσθαι καὶ πάσχειν , προεφανερώθη τὸ πάθος . λέγει γὰρ ὁ προφήτης ἐπὶ τὸν Ἰσραήλ · Οὐαὶ τῇ ψυχῇ αὐτῶν , ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ᾿ ἑαυτῶν , εἰπόντες · Δήσωμεν τὸν δίκαιον , ὅτι δύσχρηστος ἡμῖν ἐστίν .
8 Τί λέγει ὁ ἄλλος προφήτης Μωϋσῆς αὐτοῖς ; ἰδού , τάδε λέγει κύριος ὁ θεός · Εἰσέλθατε εἰς τὴν γῆν τὴν ἀγαθήν , ἣν ὤμοσεν κύριος τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ , καὶ κατακληρονομήσατε αὐτήν , γῆν ῥέουσαν γάλα καὶ μέλι . 9 τί δὲ λέγει ἡ γνῶσις ; μάθετε . ἐλπίσατε , φησίν , ἐπὶ τὸν ἐν σαρκὶ μέλλοντα φανεροῦσθαι ὑμῖν Ἰησοῦν . ἄνθρωπος γὰρ γῆ ἐστιν πάσχουσα · ἀπὸ προσώπου γὰρ τῆς γῆς ἡ πλάσις τοῦ Ἀδὰμ ἐγένετο . 10 τί οὖν λέγει · Εἰς τὴν γῆν τὴν ἀγαθήν , γῆν ῥέουσαν γάλα καὶ μέλι ; εὐλογητὸς ὁ κύριος ἡμῶν , ἀδελφοί , ὁ σοφίαν καὶ νοῦν θέμενος ἐν ἡμῖν τῶν κρυφίων αὐτοῦ · λέγει γὰρ ὁ προφήτης παραβολὴν κυρίου · τίς νοήσει , εἰ μὴ σοφὸς καὶ ἐπιστήμων καὶ ἀγαπῶν τὸν κύριον αὐτοῦ ; 11 ἐπεὶ οὖν ἀνακαινίσας ἡμᾶς ἐν τῇ ἀφέσει τῶν ἁμαρτιῶν , ἐποίησεν ἡμᾶς ἄλλον τύπον , ὡς παιδίων ἔχειν τὴν ψυχήν , ὡς ἂν δὴ ἀναπλάσσοντος αὐτοῦ ἡμᾶς . 12 λέγει γὰρ ἡ γραφὴ περί ἡμῶν , ὡς λέγει τῷ υἱῷ · Ποιήσωμεν κατ᾿ εἰκόνα καὶ καθ᾿ ὁμοίωσιν ἡμῶν τὸν ἄνθρωπον , καὶ ἀρχέτωσαν τῶν θηρίων τῆς γῆς καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν ἰχθύων τῆς θαλάσσης . καὶ εἶπεν κύριος , ἰδὼν τὸ καλὸν πλάσμα ἡμῶν · αὐξάνεσθε καὶ πληθυνέσθε καὶ πληρώσατε τὴν γῆν . ταῦτα πρὸς τὸν υἱόν . 13 πάλιν σοὶ ἐπιδείξω , πῶς πρὸς ἡμᾶς λέγει . δευτέραν πλάσιν ἐπ᾿ ἐσχάτων ἐποίησεν . λέγει δὲ κύριος · ἰδού , ποιῶ τὰ ἔσχατα ὡς τὰ πρῶτα . εἰς τοῦτο οὖν ἐκήρυξεν ὁ προφήτης · Εἰσέλθατε εἰς γῆν ῥέουσαν γάλα καὶ μέλι καὶ κατακυριεύσατε αὐτῆς . 14 ἴδε οὖν , ἡμεῖς ἀναπεπλάσμεθα , καθὼς πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει · ἰδού , λέγει κύριος , ἐξελῶ τούτων , τουτέστιν ὧν προέβλεπεν τὸ πνεῦμα κυρίου , τὰς λιθίνας καρδίας καὶ ἐμβαλῶ σαρκίνας · ὅτι αὐτὸς ἐν σαρκὶ ἔμελλεν φανεροῦσθαι καὶ ἐν ἡμῖν κατοικεῖν . 15 ναὸς γὰρ ἅγιος , ἀδελφοί μου , τῷ κυρίῳ τὸ κατοικητήριον ἡμῶν τῆς καρδίας . 16 λέγει γὰρ κύριος πάλιν · Καὶ ἐν τίνι ὀφθήσομαι τῷ κυρίῳ τῷ θεῷ μου καὶ δοξασθήσομαι ; λέγει · ἐξομολογήσομαί σοὶ ἐν ἐκκλησίᾳ ἀδελφῶν μου , καὶ ψαλῶ σοὶ ἀνάμεσον ἐκκλησίας ἁγίων . οὐκοῦν ἡμεῖς ἐσμέν , οὓς εἰσήγαγεν εἰς τὴν γῆν ἀγαθήν . 17 τί οὖν τὸ γάλα καὶ τὸ μέλι ; ὅτι πρῶτον τὸ παιδίον μέλιτι , εἶτα γάλακτι ζωοποιεῖται · οὕτως οὖν καὶ ἡμεῖς τῇ πίστει τῆς ἐπαγγελίας καὶ τῷ λόγῳ ζωοποιούμενοι ζήσομεν κατακυριεύοντες τῆς γῆς . 18 προειρήκαμεν δὲ ἐπάνω . Καὶ αὐξανέσθωσαν καὶ πληθυνέσθωσαν καὶ ἀρχέτωσαν τῶν ἰχθύων . τίς οὖν ὁ δυνάμενος νῦν ἄρχειν θηρίων ἢ ἰχθύων ἢ πετεινῶν τοῦ οὐρανοῦ ; αἰσθάνεσθαι γὰρ ὀφείλομεν , ὅτι τὸ ἄρχειν ἐξουσίας ἐστίν , ἵνα τις ἐπιτάξας κυριεύσῃ . 19 εἰ οὖν οὐ γίνεται τοῦτο νῦν , ἄρα ἡμῖν εἴρηκεν , πότε · ὅταν καὶ αὐτοὶ τελειωθῶμεν κληρονόμοι τῆς διαθήκης κυρίου γενέσθαι .