Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 12

1  Ὁμοίως πάλιν περὶ τοῦ σταυροῦ ὁρίζει ἐν ἄλλῳ προφήτῃ λέγοντι · Καὶ πότε ταῦτα συντελεσθήσεται ; λέγει κύριος · ὅταν ξύλον κλιθῇ καὶ ἀναστῇ , καὶ ὅταν ἐκ ξύλου αἷμα στάξῃ . ἔχεις πάλιν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυροῦσθαι μέλλοντος . 2  λέγει δὲ πάλιν τῷ Μωϋσῇ , πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων , καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμένους , ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον · λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα , ἵνα ποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν , ὅτι , ἐὰν μή , φησίν , ἐλπίσωσιν ἐπ᾿ αὐτῷ εἰς τὸν αἰῶνα πολεμηθήσονται . τίθησιν οὖν Μωϋσῆς ἓν ἐφ᾿ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς , καὶ ὑψηλότερος σταθεὶς πάντων ἐξέτεινεν τὰς χεῖρας , καὶ οὕτως πάλιν ἐνίκα Ἰσραήλ . εἶτα , ὁπόταν καθεῖλεν , ἐθανατοῦντο . 3  πρὸς τί ; ἵνα γνῶσιν ὅτι οὐ δύναται σωθῆναι , ἐὰν μὴ ἐπ᾿ αὐτῷ ἐλπίσωσιν . 4  καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει · ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθῆ καὶ ἀντιλέγοντα ὁδῷ δικαίᾳ μου . 5  πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ , ὅτι δεῖ αὐτὸν παθεῖν , καὶ αὐτὸς ζωοποιήσει , ὃν δόξουσιν ἀπολωλεκέναι , ἐν σημείῳ πίπτοντος τοῦ Ἰσραήλ , ( ἐποίησεν γὰρ κύριος πάντα ὄφιν δάκνειν αὐτούς , καὶ ἀπέθνησκον ἐπειδὴ παράβασις διὰ τοῦ ὄφεως ἐν Εὔᾳ ἐγένετο ) , ἵνα ἐλέγξῃ αὐτούς , ὅτι διὰ τὴν παράβασιν αὐτῶν εἰς θλῖψιν θανάτου παραδοθήσονται . 6  πέρας γέ τοι αὐτὸς Μωϋσῆς ἐντειλάμενος · Οὐκ ἔσται ὑμῖν οὔτε χωνευτὸν οὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν , αὐτὸς ποιεῖ , ἵνα τύπον τοῦ Ἰησοῦ δείξῃ . ποιεῖ οὖν Μωϋσῆς χαλκοῦν ὄφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸν λαόν . 7  ἐλθόντες οὖν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωϋσέως , ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆς ἰάσεως αὐτῶν . εἶπεν δὲ πρὸς αὐτοὺς Μωϋσῆς · ὅταν , φησίν δηχθῇ τις ὑμῶν , ἐλθέτω ἐπὶ τὸν ὄφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπισάτω πιστεύσας , ὅτι αὐτὸς ὢν νεκρός δύναται ζῳοποιῆσαι , καὶ παραχρῆμα σωθήσεται . καὶ οὕτως ἐποίουν . ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαν τοῦ Ἰησοῦ , ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν .

8  Τί λέγει πάλιν Μωϋσῆς Ἰησοῦ , υἱῷ Ναυή , ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα , ὄντι προφήτῃ , ἵνα μόνον ἀκούσῃ πᾶς λαός ; ὅτι πάντα πατὴρ φανεροῖ περὶ τοῦ υἱοῦ Ἰησοῦ . 9  λέγει οὖν Μωϋσῆς Ἰησοῦ , υἱῷ Ναυή , ἐπιθεὶς τοῦτο τὸ ὄνομα , ὁπότε ἔπεμψεν αὐτὸν κατάσκοπον τῆς γῆς · Λάβε βιβλίον εἰς τὰς χεῖράς σου καὶ γράψον , λέγει κύριος , ὅτι ἐκκόψει ἐκ ῥιζῶν τὸν οἶκον πάντα τοῦ Ἀμαλὴκ υἱὸς τοῦ θεοῦ ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν . 10  ἴδε πάλιν Ἰησοῦς , οὐχὶ υἱὸς ἀνθρώπου , ἀλλὰ υἱὸς τοῦ θεοῦ , τύπῳ δὲ ἐν σαρκὶ φανερωθείς .

Ἐπεὶ οὖν μέλλουσιν λέγειν , ὅτι Χριστὸς υἱὸς Δαυεὶδ ἐστιν , αὐτὸς προφητεύει Δαυείδ , φοβούμενος καὶ συνίων τὴν πλάνην τῶν ἁμαρτωλῶν · εἶπεν κύριος τῷ κυρίῳ μου · Κάθου ἐκ δεξιῶν μου , ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου . 11  καὶ πάλιν λέγει οὕτως Ἡσαΐας · εἶπεν κύριος τῷ Χριστῷ μου κυρίῳ , οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ , ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη , καὶ ἰσχὺν βασιλέων διαρρήξω . ἴδε , πῶς Δαυεὶδ λέγει αὐτὸν κύριον , καὶ υἱὸν οὐ λέγει .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era