1 Ναί . ἀλλὰ ἴδωμεν , εἰ ἡ διαθήκη , ἣν ὤμοσεν τοῖς πατράσιν δοῦναι τῷ λαῷ , εἰ δέδωκεν . δέδωκεν · αὐτοὶ δὲ οὐκ ἐγένοντο ἄξιοι λαβεῖν διὰ τὰς ἁμαρτίας αὐτῶν . 2 λέγει γὰρ ὁ προφήτης · Καὶ ἦν Μωϋσῆς νηστεύων ἐν ὄρει Σινᾶ , τοῦ λαβεῖν τὴν διαθήκην κυρίου πρὸς τὸν λαόν , ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα . καὶ ἔλαβεν Μωϋσῆς παρὰ κυρίου τὰς δύο πλάκας τὰς γεγραμμένας τῷ δακτύλῳ τῆς χειρὸς κυρίου ἐν πνεύματι · καὶ λαβὼν Μωϋσης κατέφερεν πρὸς τὸν λαὸν δοῦναι . 3 καὶ εἶπεν κύριος πρὸς Μωϋσην . Μωϋσῆ Μωϋσῆ , κατάβηθι τὸ τάχος , ὅτι ὁ λαός σου , ὃν ἐξήγαγες ἐκ γῆς Αἰγύπτου , ἠνόμησεν . καὶ συνῆκεν Μωϋσῆς , ὅτι ἐποίησαν ἑαυτοῖς πάλιν χωνεύματα , καὶ ἔρριψεν ἐκ τῶν χειρῶν , καὶ συνετρίβησαν αἱ πλάκες τῆς διαθήκης κυρίου . 4 Μωϋσῆς μὲν ἔλαβεν , αὐτοὶ δὲ οὐκ ἐγένοντο ἄξιοι .
Πῶς δὲ ἡμεῖς ἐλάβομεν , μάθετε . Μωϋσῆς θεράπων ὢν ἔλαβεν , αὐτὸς δὲ κύριος ἡμῖν ἔδωκεν εἰς λαὸν κληρονομίας , δι᾿ ἡμᾶς ὑπομείνας . 5 ἐφανερώθη δέ , ἵνα κἀκεῖνοι τελειωθῶσιν τοῖς ἁμαρτήμασιν , καὶ ἡμεῖς διὰ τοῦ κληρονομοῦντος διαθήκην κυρίου Ἰησοῦ λάβωμεν , ὃς εἰς τοῦτο ἡτοιμάσθη , ἵνα αὐτὸς φανείς , τὰς ἤδη δεδαπανημένας ἡμῶν καρδιας τῷ θανάτῳ καὶ παραδεδομένας τῇ τῆς πλάνης ἀνομίᾳ λυτρωσάμενος ἐκ τοῦ σκότους , διάθηται ἐν ἡμῖν διαθήκην λόγῳ . 6 γέγραπται γάρ , πῶς αὐτῷ ὁ πατὴρ ἐντέλλεται , λυτρωσάμενον ἡμᾶς ἐκ τοῦ σκότους ἑτοιμάσαι ἑαυτῷ λαὸν ἅγιον . 7 λέγει οὖν ὁ προφήτης · ἐγὼ κύριος , ὁ θεός σου , ἐκάλεσά σὲ ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σὲ , καὶ ἔδωκά σὲ εἰς διαθήκην γένους , εἰς φῶς ἐθνῶν ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει . γινώσκομεν οὖν , πόθεν ἐλυτρώθημεν . 8 πάλιν ὁ προφήτης λέγει · ἰδού , τέθεικά σὲ εἰς φῶς ἐθνῶν , τοῦ εἶναί σὲ εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς , οὕτως λέγει κύριος ὁ λυτρωσάμενός σὲ θεός . 9 καὶ πάλιν ὁ προφήτης λέγει · πνεῦμα κυρίου ἐπ᾿ ἐμέ , οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι ταπεινοῖς χάριν , ἀπέσταλκέν με ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν , κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν , καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως , παρακαλέσαι πάντας τοὺς πενθοῦντας .