Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 2

1  Ἡμερῶν οὖν οὐσῶν πονηρῶν καὶ αὐτοῦ τοῦ ἐνεργοῦντος ἔχοντος τὴν ἐξουσίαν , ὀφείλομεν ἑαυτοῖς προσέχοντες ἐκζητεῖν τὰ δικαιώματα κυρίου . 2  τῆς οὖν πίστεως ἡμῶν εἰσιν βοηθοὶ φόβος καὶ ὑπομονή , τὰ δὲ συμμαχοῦντα ἡμῖν μακροθυμία καὶ ἐγκράτεια · 3  τούτων οὖν μενόντων τὰ πρὸς κύριον ἁγνῶς , συνευφραίνονται αὐτοῖς σοφία , σύνεσις , ἐπιστήμη , γνῶσις .

4  Πεφανέρωκεν πεφανέρωκεν γὰρ ἡμῖν διὰ πάντων τῶν προφητῶν , ὅτι οὔτε θυσιῶν οὔτε ὁλοκαυτωμάτων οὔτε προσφορῶν χρῄζει , λέγων ὅτε μέν · 5  Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν ; λέγει κύριος . πλήρης εἰμὶ ὁλοκαυτωμάτων , καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων καὶ τράγων οὐ βούλομαι , οὐδ᾿ ἂν ἔρχησθε ὀφθῆναί μοι . τίς γὰρ ἐξεζήτησεν ταῦτα ἐκ τῶν χειρῶν ὑμῶν ; πατεῖν μου τὴν αὐλὴν οὐ πορπροσθήσεσθε . ἐὰν φέρητε σεμίδαλιν , μάταιον · θυμίαμα βδέλυγμά μοί ἐστιν · τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι . 6  ταῦτα οὖν κατήργησεν , ἵνα καινὸς νόμος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ , ἄνευ ζυγοῦ ἀνάγκης , ὤν , μὴ ἀνθρωποποίητον ἔχῃ τὴν προσφοράν . 7  λέγει δὲ πάλιν πρὸς αὐτούς · Μὴ ἐγὼ ἐνετειλάμην τοῖς πατράσιν ὑμῶν ἐκπορευομένοις ἐκ γῆς Αἰγύπτου , προσενέγκαι μοι ὁλοκαυτώματα καὶ θυσίας ; 8  ἀλλ᾿ τοῦτο ἐνετειλάμην αὐτοῖς · ἕκαστος ὑμῶν κατὰ τοῦ πλησίον ἐν τῇ καρδίᾳ ἑαυτοῦ κακίαν μὴ μνησικακείτω , καὶ ὅρκον ψευδῆ μὴ ἀγαπᾶτε . 9  αἰσθάνεσθαι οὖν ὀφείλομεν , μὴ ὄντες ἀσύνετοι , τὴν γνώμην τῆς ἀγαθωσύνης τοῦ πατρὸς ἡμῶν , ὅτ᾿ ἡμῖν λέγει , θέλων ἡμᾶς μὴ ὁμοίως πλανωμένους ἐκείνοις ζητεῖν , πῶς προσάγωμεν αὐτῷ . 10  ἡμῖν οὖν οὕτως λέγει · Θυσία τῷ κυρίῳ καρδία συντετριμμένη , ὀσμὴ εὐωδίας τῷ κυρίῳ καρδία συντετριμμένη , ὀσμὴ εὐωδίας τῷ κυρίῳ καρδία δοξάζουσα τὸν πεπλακότα αὐτήν . ἀκριβεύεσθαι οὖν ὀφείλομεν , ἀδελφοί , περὶ τῆς σωτηρίας ἡμῶν , ἵνα μὴ πονηρὸς παρείσδυσιν πλάνης ποιήσας ἐν ἡμῖν ἐκσφενδονήσῃ ἡμᾶς ἀπὸ τῆς ζωῆς ἡμῶν .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era