Car Repair Manuals

Epistle of Barnabas

βαρναβα επιστολη

Chapter 15

1  Ἔτι οὖν καὶ περὶ τοῦ σαββάτου γέγραπται ἐν τοῖς δέκα λόγοις , ἐν οἷς ἐλάλησεν ἐν τῷ ὄρει Σινᾶ πρὸς Μωϋσῆν κατὰ πρόσωπον · Καὶ ἁγιάσατε τὸ σάββατον κυρίου χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ . 2  καὶ ἐν ἑτέρῳ λέγει · ἐὰν φυλάξωσιν οἱ υἱοί μου τὸ σάββατον , τότε ἐπιθήσω τὸ ἔλεός μου ἐπ᾿ αὐτούς . 3  τὸ σάββατον λέγει ἐν ἀρχῇ τῆς κτίσεως · Καὶ ἐποίησεν θεὸς ἐν ἓξ ἡμέραις τὰ ἔργα τῶν χειρῶν αὐτοῦ , καὶ συνετέλεσεν ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ κατέπαυσεν ἐν αὐτῇ καὶ ἡγίασεν αὐτήν . 4  προσέχετε , τέκνα , τί λέγει τὸ συνετέλεσεν ἐν ἓξ ἡμέραις . τοῦτο λέγει , ὅτι ἐν ἑξακισχιλίοις ἔτεσιν συντελέσει κύριος τὰ σύμπαντα · γὰρ ἡμέρα παρ᾿ αὐτῷ σημαίνει χίλια ἔτη . αὐτὸς δέ μοι μαρτυρεῖ λέγων · ἰδού , ἡμέρα κυρίου ἔσται ὡς χίλια ἔτη . οὐκοῦν , τέκνα , ἐν ἓξ ἡμέραις , ἐν τοῖς ἑξακισχιλίοις ἔτεσιν συντελεσθήσεται τὰ σύμπαντα . 5  Καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ . τοῦτο λέγει · ὅταν ἐλθὼν υἱὸς αὐτοῦ καταργήσει τὸν καιρὸν τοῦ ἀνόμου καὶ κρινεῖ τοὺς ἀσεβεῖς καὶ ἀλλάξει τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας , τότε καλῶς καταπαύσεται ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ . 6  πέρας γέ τοι λέγει · Ἁγιάσεις αὐτὴν χερσὶν καθαραῖς καὶ καρδίᾳ καθαρᾷ . εἰ οὖν ἣν θεὸς ἡμέραν ἡγίασεν νῦν τις δύναται ἁγιάσαι καθαρὸς ὢν τῇ καρδίᾳ , ἐν πᾶσιν πεπλανήμεθα . 7  ἴδε ὅτι ἄρα τότε καλῶς καταπαυόμενοι ἁγιάσομεν αὐτήν , ὅτε δυνησόμεθα αὐτοὶ δικαιωθέντες καὶ ἀπολαβόντες τὴν ἐπαγγελίαν , μηκέτι οὔσης τῆς ἀνομίας , καινῶν δὲ γεγονότων πάντων ὑπὸ κυρίου · τότε δυνησόμεθα αὐτὴν ἁγιάσαι , αὐτοὶ ἁγιασθέντες πρῶτον . 8  πέρας γέ τοι λέγει αὐτοῖς · τὰς νεομηνίας ὑμῶν καὶ τὰ σάββατα οὐκ ἀνέχομαι . ὁρᾶτε , πῶς λέγει ; οὐ τὰ σάββατα ἐμοὶ δεκτά , ἀλλὰ πεποίηκα , ἐν καταπαύσας τὰ πάντα ἀρχὴν ἡμέρας ὀγδόης ποιήσω , ἐστιν ἄλλου κόσμου ἀρχήν . 9  διὸ καὶ ἄγομεν τὴν ἡμέραν τὴν ὀγδόην εἰς εὐφροσύνην , ἐν καὶ Ἰησοῦς ἀνέστη ἐκ νεκρῶν καὶ φανερωθεὶς ἀνέβη εἰς οὐρανούς .




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era