1 Ἐφ᾿ ὅσον ἦν ἐν δυνατῷ καὶ ἁπλότητι δηλῶσαι ὑμῖν , ἐλπίζει μου ἡ ψυχὴ τῇ ἐπιθυμίᾳ μου μὴ παραλελοιπέναι τι τῶν ἀνηκόντων εἰς σωτηρίαν . 2 ἐὰν γὰρ περὶ τῶν ἐνεστώτων ἢ μελλόντων γράφω ὑμῖν , οὐ μὴ νοήσητε διὰ τὸ ἐν παραβολαῖς κεῖσθαι . ταῦτα μὲν οὕτως .