Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 8

1  καὶ ἐγένετο μετὰ εἴκοσι ἔτη ἐν οἷς ᾠκοδόμησεν Σαλωμὼν τὸν οἶκον κυρίου καὶ τὸν οἶκον ἑαυτοῦ

2  καὶ τὰς πόλεις ἃς ἔδωκεν Χιρὰμ τῷ Σαλωμὼν ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν καὶ κατῴκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραὴλ

3  καὶ ἦλθεν Σαλωμὼν εἰς Αἰμαθ Σοβὰλ καὶ κατίσχυσεν αὐτήν

4  καὶ ᾠκοδόμησεν τὴν Θεδμορ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς ἃς ᾠκοδόμησεν ἐν Ἠμὰθ

5  καὶ ᾠκοδόμησεν τὴν Βαιθωρὼν τὴν ἄνω καὶ τὴν Βαιθωρὼν τὴν κάτω πόλεις ὀχυράς τείχη πύλαι καὶ μοχλοί

6  καὶ τὴν Βααλὰθ καὶ πάσας τὰς πόλεις τὰς ὀχυράς αἳ ἦσαν τῷ Σαλωμὼν καὶ πάσας τὰς πόλεις τῶν ἁρμάτων καὶ τὰς πόλεις τῶν ἱππέων καὶ ὅσα ἐπεθύμησεν Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἱερουσαλὴμ καὶ ἐν τῷ Λιβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ

7  πᾶς λαὸς καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Ευαίου καὶ τοῦ Ἰεβουσαίου οἳ οὔκ εἰσιν ἐκ τοῦ Ἰσραὴλ

8  ἦσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν καταλειφθέντων μετ᾿ αὐτοὺς ἐν τῇ γῇ οὓς οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἀνήγαγεν αὐτοὺς Σαλωμὼν εἰς φόρον ἕως τῆς ἡμέρας ταύτης

9  καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκεν Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ ὅτι αὐτοὶ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες καὶ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων

10  καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμὼν πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ

11  καὶ τὴν θυγατέρα Φαραὼ Σαλωμὼν ἀνήγαγεν ἐκ πόλεως Δαυὶδ εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν αὐτῇ ὅτι εἶπεν οὐ κατοικήσει γυνή μου ἐν πόλει Δαυὶδ τοῦ βασιλέως Ἰσραὴλ ὅτι ἅγιός ἐστιν οὗ εἰσῆλθεν ἐκεῖ κιβωτὸς κυρίου

12  τότε ἀνήνεγκεν Σαλωμὼν ὁλοκαυτώματα τῷ κυρίῳ ἐπὶ τὸ θυσιαστήριον ᾠκοδόμησεν ἀπέναντι τοῦ ναοῦ

13  καὶ κατὰ τὸν λόγον ἡμέρας ἐν ἡμέρᾳ τοῦ ἀναφέρειν κατὰ τὰς ἐντολὰς Μωυσῆ ἐν τοῖς σαββάτοις καὶ ἐν τοῖς μησὶν καὶ ἐν ταῖς ἑορταῖς τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἐν τῇ ἑορτῇ τῶν ἀζύμων καὶ ἐν τῇ ἑορτῇ τῶν ἑβδομάδων καὶ ἐν τῇ ἑορτῇ τῶν σκηνῶν

14  καὶ ἔστησεν κατὰ τὴν κρίσιν Δαυὶδ τὰς διαιρέσεις τῶν ἱερέων κατὰ τὰς λειτουργίας αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς φυλακὰς αὐτῶν τοῦ αἰνεῖν καὶ λειτουργεῖν κατέναντι τῶν ἱερέων κατὰ τὸν λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ καὶ οἱ πυλωροὶ κατὰ τὰς διαιρέσεις αὐτῶν εἰς πύλην καὶ πύλην ὅτι οὕτως ἐντολαὶ Δαυὶδ ἀνθρώπου τοῦ θεοῦ

15  οὐ παρῆλθον τὰς ἐντολὰς τοῦ βασιλέως περὶ τῶν ἱερέων καὶ τῶν Λευιτῶν εἰς πάντα λόγον καὶ εἰς τοὺς θησαυρούς

16  καὶ ἡτοιμάσθη πᾶσα ἐργασία Ἀφ᾿ ἧς ἡμέρας ἐθεμελιώθη ἕως οὗ ἐτελείωσεν Σαλωμὼν τὸν οἶκον κυρίου

17  τότε ᾤχετο Σαλωμὼν εἰς Γασιωνγαβὲρ καὶ εἰς τὴν Αἰλὰθ τὴν παραθαλασσίαν ἐν γῇ Ιδουμαίᾳ

18  καὶ ἀπέστειλεν Χιρὰμ ἐν χειρὶ παίδων αὐτοῦ πλοῖα καὶ παῖδας εἰδότας θάλασσαν καὶ ᾤχοντο μετὰ τῶν παίδων Σαλωμὼν εἰς Σωφιρα καὶ ἔλαβον ἐκεῖθεν τετρακόσια καὶ πεντήκοντα τάλαντα χρυσίου καὶ ἦλθον πρὸς τὸν βασιλέα Σαλωμὼν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era