Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 10

1  καὶ ἦλθεν Ῥοβοὰμ εἰς Συχὲμ ὅτι εἰς Συχὲμ ἤρχετο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν

2  καὶ ἐγένετο ὡς ἤκουσεν Ἰεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτὸς ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἀπὸ προσώπου Σαλωμὼν τοῦ βασιλέως καὶ κατῴκησεν Ἰεροβοὰμ ἐν Αἰγύπτῳ καὶ ἀπέστρεψεν Ἰεροβοὰμ ἐξ Αἰγύπτου

3  καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτόν καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶσα ἐκκλησία Ἰσραὴλ πρὸς Ῥοβοὰμ λέγοντες

4  πατήρ σου ἐσκλήρυνεν τὸν ζυγὸν ἡμῶν καὶ νῦν ἄφες ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ ζυγοῦ αὐτοῦ τοῦ βαρέος οὗ ἔδωκεν ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοὶ

5  καὶ εἶπεν αὐτοῖς πορεύεσθε ἕως τριῶν ἡμερῶν καὶ ἔρχεσθε πρός με καὶ ἀπῆλθεν λαός

6  καὶ συνήγαγεν βασιλεὺς Ῥοβοὰμ τοὺς πρεσβυτέρους τοὺς ἑστηκότας ἐναντίον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἐν τῷ ζῆν αὐτὸν λέγων πῶς ὑμεῖς βουλεύεσθε τοῦ ἀποκριθῆναι τῷ λαῷ τούτῳ λόγον

7  καὶ ἐλάλησαν αὐτῷ λέγοντες ἐὰν ἐν τῇ σήμερον γένῃ εἰς ἀγαθὸν τῷ λαῷ τούτῳ καὶ εὐδοκήσῃς καὶ λαλήσῃς αὐτοῖς λόγους ἀγαθούς καὶ ἔσονταί σοὶ παῖδες πάσας τὰς ἡμέρας

8  καὶ κατέλιπεν τὴν βουλὴν τῶν πρεσβυτέρων οἳ συνεβουλεύσαντο αὐτῷ καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν συνεκτραφέντων μετ᾿ αὐτοῦ τῶν ἑστηκότων ἐναντίον αὐτοῦ

9  καὶ εἶπεν αὐτοῖς τί ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθήσομαι λόγον τῷ λαῷ τούτῳ οἳ ἐλάλησαν πρός με λέγοντες ἄνες ἀπὸ τοῦ ζυγοῦ οὗ ἔδωκεν πατήρ σου ἐφ᾿ ἡμᾶς

10  καὶ ἐλάλησαν αὐτῷ τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ αὐτοῦ οὕτως λαλήσεις τῷ λαῷ τῷ λαλήσαντι πρὸς σὲ λέγων πατήρ σου ἐβάρυνεν τὸν ζυγὸν ἡμῶν καὶ σὺ ἄφες Ἀφ᾿ ἡμῶν οὕτως ἐρεῖς μικρὸς δάκτυλός μου παχύτερος τῆς ὀσφύος τοῦ πατρός μου

11  καὶ νῦν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ζυγῷ βαρεῖ καὶ ἐγὼ προσθήσω ἐπὶ τὸν ζυγὸν ὑμῶν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις

12  καὶ ἦλθεν Ἰεροβοὰμ καὶ πᾶς λαὸς πρὸς Ῥοβοὰμ τῇ ἡμέρᾳ τῇ τρίτῃ ὡς ἐλάλησεν βασιλεὺς λέγων ἐπιστρέψατε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ

13  καὶ ἀπεκρίθη βασιλεὺς σκληρά καὶ ἐγκατέλιπεν βασιλεὺς Ῥοβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων

14  καὶ ἐλάλησεν πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν νεωτέρων λέγων πατήρ μου ἐβάρυνεν τὸν ζυγὸν ὑμῶν καὶ ἐγὼ προσθήσω ἐπ᾿ αὐτόν πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιγξιν καὶ ἐγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις

15  καὶ οὐκ ἤκουσεν βασιλεὺς τοῦ λαοῦ ὅτι ἦν μεταστροφὴ παρὰ τοῦ θεοῦ λέγων ἀνέστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐν χειρὶ Ἀχία τοῦ Σηλωνίτου περὶ Ἰεροβοὰμ υἱοῦ Ναβὰτ

16  καὶ παντὸς Ἰσραὴλ ὅτι οὐκ ἤκουσεν βασιλεὺς αὐτῶν καὶ ἀπεκρίθη λαὸς πρὸς τὸν βασιλέα λέγων τίς ἡμῖν μερὶς ἐν Δαυὶδ καὶ κληρονομία ἐν υἱῷ Ἰεσσαὶ εἰς τὰ σκηνώματά σου Ἰσραὴλ νῦν βλέπε τὸν οἶκόν σου Δαυὶδ καὶ ἐπορεύθη πᾶς Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ

17  καὶ ἄνδρες Ἰσραὴλ οἱ κατοικοῦντες ἐν πόλεσιν Ἰοῦδα καὶ ἐβασίλευσεν ἐπ᾿ αὐτῶν Ῥοβοὰμ

18  καὶ ἀπέστειλεν βασιλεὺς Ῥοβοὰμ τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου καὶ ἐλιθοβόλησαν αὐτὸν οἱ υἱοὶ Ἰσραὴλ λίθοις καὶ ἀπέθανεν καὶ βασιλεὺς Ῥοβοὰμ ἔσπευσεν τοῦ ἀναβῆναι εἰς τὸ ἅρμα τοῦ φυγεῖν εἰς Ἱερουσαλὴμ

19  καὶ ἠθέτησεν Ἰσραὴλ ἐν τῷ οἴκῳ Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era