1 καὶ ἐβασίλευσαν οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τὸν Ὀχοζιαν υἱὸν αὐτοῦ τὸν μικρὸν ἀντ᾿ αὐτοῦ ὅτι πάντας τοὺς πρεσβυτέρους ἀπέκτεινεν τὸ λῃστήριον τὸ ἐπελθὸν ἐπ᾿ αὐτούς οἱ Ἀ;ραβες καὶ οἱ Ἀλιμαζονεῖς καὶ ἐβασίλευσεν Ὀχοζιὰς υἱὸς Ἰωρὰμ βασιλέως Ἰοῦδα
2 ὢν εἴκοσι ἐτῶν Ὀχοζιὰς ἐβασίλευσεν καὶ ἐνιαυτὸν ἕνα ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Γοθολια θυγάτηρ Ἀμβρὶ
3 καὶ οὗτος ἐπορεύθη ἐν ὁδῷ οἴκου Ἀχαὰβ ὅτι μήτηρ αὐτοῦ ἦν σύμβουλος τοῦ ἁμαρτάνειν
4 καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου ὡς οἶκος Ἀχαὰβ ὅτι αὐτοὶ ἦσαν αὐτῷ μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ σύμβουλοι τοῦ ἐξολεθρεῦσαι αὐτόν
5 καὶ ἐν ταῖς βουλαῖς αὐτῶν ἐπορεύθη καὶ ἐπορεύθη μετὰ Ἰωρὰμ υἱοῦ Ἀχαὰβ εἰς πόλεμον ἐπὶ Ἀζαὴλ βασιλέα Συρίας εἰς Ῥαμὰ Γαλαὰδ καὶ ἐπάταξαν οἱ τοξόται τὸν Ἰωρὰμ
6 καὶ ἐπέστρεψεν Ἰωρὰμ τοῦ ἰατρευθῆναι εἰς Ἰεζραὲλ ἀπὸ τῶν πληγῶν ὧν ἐπάταξαν αὐτὸν οἱ Σύροι ἐν Ῥαμὰ ἐν τῷ πολεμεῖν αὐτὸν πρὸς Ἀζαὴλ βασιλέα Συρίας καὶ Ὀχοζιὰς υἱὸς Ἰωρὰμ βασιλεὺς Ἰοῦδα κατέβη θεάσασθαι τὸν Ἰωρὰμ υἱὸν Ἀχαὰβ εἰς Ἰεζραὲλ ὅτι ἠρρώστει
7 καὶ παρὰ τοῦ θεοῦ ἐγένετο καταστροφὴ Ὀχοζία ἐλθεῖν πρὸς Ἰωρὰμ καὶ ἐν τῷ ἐλθεῖν αὐτὸν ἐξῆλθεν μετ᾿ αὐτοῦ Ἰωρὰμ πρὸς Ἰοὺ υἱὸν Ναμεσσι χριστὸν κυρίου τὸν οἶκον Ἀχαὰβ
8 καὶ ἐγένετο ὡς ἐξεδίκησεν Ἰοὺ τὸν οἶκον Ἀχαὰβ καὶ εὗρεν τοὺς ἄρχοντας Ἰοῦδα καὶ τοὺς ἀδελφοὺς Ὀχοζία λειτουργοῦντας τῷ Ὀχοζία καὶ ἀπέκτεινεν αὐτούς
9 καὶ εἶπεν τοῦ ζητῆσαι τὸν Ὀχοζιαν καὶ κατέλαβον αὐτὸν ἰατρευόμενον ἐν Σαμαρείᾳ καὶ ἤγαγον αὐτὸν πρὸς Ἰοὺ καὶ ἀπέκτεινεν αὐτόν καὶ ἔθαψαν αὐτόν ὅτι εἶπαν υἱὸς Ἰωσαφὰτ ἐστίν ὃς ἐζήτησεν τὸν κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ οὐκ ἦν ἐν οἴκῳ Ὀχοζία κατισχῦσαι δύναμιν περὶ τῆς βασιλείας
10 καὶ Γοθολια ἡ μήτηρ Ὀχοζία εἶδεν ὅτι τέθνηκεν αὐτῆς ὁ υἱός καὶ ἠγέρθη καὶ ἀπώλεσεν πᾶν τὸ σπέρμα τῆς βασιλείας ἐν οἴκῳ Ἰοῦδα
11 καὶ ἔλαβεν Ἰωσαβὲθ ἡ θυγάτηρ τοῦ βασιλέως τὸν Ἰωὰς υἱὸν Ὀχοζία καὶ ἔκλεψεν αὐτὸν ἐκ μέσου υἱῶν τοῦ βασιλέως τῶν θανατουμένων καὶ ἔδωκεν αὐτὸν καὶ τὴν τροφὸν αὐτοῦ εἰς ταμίειον τῶν κλινῶν καὶ ἔκρυψεν αὐτὸν Ἰωσαβὲθ θυγάτηρ τοῦ βασιλέως Ἰωρὰμ ἀδελφὴ Ὀχοζιου γυνὴ Ἰωδαὲ τοῦ ἱερέως καὶ ἔκρυψεν αὐτὸν ἀπὸ προσώπου Γοθολιας καὶ οὐκ ἀπέκτεινεν αὐτόν
12 καὶ ἦν μετ᾿ αὐτῆς ἐν οἴκῳ τοῦ θεοῦ κατακεκρυμμένος ἓξ ἔτη καὶ Γοθολια ἐβασίλευσεν ἐπὶ τῆς γῆς