Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 35

1  καὶ ἐποίησεν Ἰωσιας τὸ φασεχ τῷ κυρίῳ θεῷ αὐτοῦ καὶ ἔθυσαν τὸ φασεχ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ πρώτου

2  καὶ ἔστησεν τοὺς ἱερεῖς ἐπὶ τὰς φυλακὰς αὐτῶν καὶ κατίσχυσεν αὐτοὺς εἰς τὰ ἔργα οἴκου κυρίου

3  καὶ εἶπεν τοῖς Λευίταις τοῖς δυνατοῖς ἐν παντὶ Ἰσραὴλ τοῦ ἁγιασθῆναι αὐτοὺς τῷ κυρίῳ καὶ ἔθηκαν τὴν κιβωτὸν τὴν ἁγίαν εἰς τὸν οἶκον ὃν ᾠκοδόμησεν Σαλωμὼν υἱὸς Δαυὶδ τοῦ βασιλέως Ἰσραὴλ καὶ εἶπεν βασιλεύς οὐκ ἔστιν ὑμῖν ἆραι ἐπ᾿ ὤμων οὐθέν νῦν οὖν λειτουργήσατε τῷ κυρίῳ θεῷ ὑμῶν καὶ τῷ λαῷ αὐτοῦ Ἰσραὴλ

4  καὶ ἑτοιμάσθητε κατ᾿ οἴκους πατριῶν ὑμῶν καὶ κατὰ τὰς ἐφημερίας ὑμῶν κατὰ τὴν γραφὴν Δαυὶδ βασιλέως Ἰσραὴλ καὶ διὰ χειρὸς Σαλωμὼν υἱοῦ αὐτοῦ

5  καὶ στῆτε ἐν τῷ οἴκῳ κατὰ τὰς διαιρέσεις οἴκων πατριῶν ὑμῶν τοῖς ἀδελφοῖς ὑμῶν υἱοῖς τοῦ λαοῦ καὶ μερὶς οἴκου πατριᾶς τοῖς Λευίταις

6  καὶ θύσατε τὸ φασεχ καὶ τὰ ἅγια ἑτοιμάσατε τοῖς ἀδελφοῖς ὑμῶν τοῦ ποιῆσαι κατὰ τὸν λόγον κυρίου διὰ χειρὸς Μωυσῆ

7  καὶ ἀπήρξατο Ἰωσιας τοῖς υἱοῖς τοῦ λαοῦ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους ἀπὸ τῶν τέκνων τῶν αἰγῶν πάντα εἰς τὸ φασεχ εἰς πάντας τοὺς εὑρεθέντας εἰς ἀριθμὸν τριάκοντα χιλιάδας καὶ μόσχων τρεῖς χιλιάδας ταῦτα ἀπὸ τῆς ὑπάρξεως τοῦ βασιλέως

8  καὶ οἱ ἄρχοντες αὐτοῦ ἀπήρξαντο τῷ λαῷ καὶ τοῖς ἱερεῦσιν καὶ Λευίταις ἔδωκεν Χελκιὰς καὶ Ζαχαρίας καὶ Ἰεϊὴλ οἱ ἄρχοντες οἴκου τοῦ θεοῦ τοῖς ἱερεῦσιν καὶ ἔδωκαν εἰς τὸ φασεχ πρόβατα καὶ ἀμνοὺς καὶ ἐρίφους δισχίλια ἑξακόσια καὶ μόσχους τριακοσίους

9  καὶ Χωνενίας καὶ Βαναίας καὶ Σαμαιὰς καὶ Ναθαναὴλ ἀδελφὸς αὐτοῦ καὶ Ἀσαβία καὶ Ἰεϊὴλ καὶ Ἰωζαβὰδ ἄρχοντες τῶν Λευιτῶν ἀπήρξαντο τοῖς Λευίταις εἰς τὸ φασεχ πρόβατα πεντακισχίλια καὶ μόσχους πεντακοσίους

10  καὶ κατωρθώθη λειτουργία καὶ ἔστησαν οἱ ἱερεῖς ἐπὶ τὴν στάσιν αὐτῶν καὶ οἱ Λευῖται ἐπὶ τὰς διαιρέσεις αὐτῶν κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως

11  καὶ ἔθυσαν τὸ φασεχ καὶ προσέχεαν οἱ ἱερεῖς τὸ αἷμα ἐκ χειρὸς αὐτῶν καὶ οἱ Λευῖται ἐξέδειραν

12  καὶ ἡτοίμασαν τὴν ὁλοκαύτωσιν παραδοῦναι αὐτοῖς κατὰ τὴν διαίρεσιν κατ᾿ οἴκους πατριῶν τοῖς υἱοῖς τοῦ λαοῦ τοῦ προσάγειν τῷ κυρίῳ ὡς γέγραπται ἐν βιβλίῳ Μωυσῆ καὶ οὕτως εἰς τὸ πρωί

13  καὶ ὤπτησαν τὸ φασεχ ἐν πυρὶ κατὰ τὴν κρίσιν καὶ τὰ ἅγια ἥψησαν ἐν τοῖς χαλκείοις καὶ ἐν τοῖς λέβησιν καὶ εὐοδώθη καὶ ἔδραμον πρὸς πάντας τοὺς υἱοὺς τοῦ λαοῦ

14  καὶ μετὰ τὸ ἑτοιμάσαι αὐτοῖς καὶ τοῖς ἱερεῦσιν ὅτι οἱ ἱερεῖς ἐν τῷ ἀναφέρειν τὰ στέατα καὶ τὰ ὁλοκαυτώματα ἕως νυκτός καὶ οἱ Λευῖται ἡτοίμασαν αὑτοῖς καὶ τοῖς ἀδελφοῖς αὐτῶν υἱοῖς Ἀαρών

15  καὶ οἱ ψαλτῳδοὶ υἱοὶ Ἀσὰφ ἐπὶ τῆς στάσεως αὐτῶν κατὰ τὰς ἐντολὰς Δαυὶδ καὶ Ἀσὰφ καὶ Αἱμὰν καὶ Ἰδιθὼν οἱ προφῆται τοῦ βασιλέως καὶ οἱ ἄρχοντες καὶ οἱ πυλωροὶ πύλης καὶ πύλης οὐκ ἦν αὐτοῖς κινεῖσθαι ἀπὸ τῆς λειτουργίας ἁγίων ὅτι οἱ ἀδελφοὶ αὐτῶν οἱ Λευῖται ἡτοίμασαν αὐτοῖς

16  καὶ κατωρθώθη καὶ ἡτοιμάσθη πᾶσα λειτουργία κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ ποιῆσαι τὸ φασεχ καὶ ἐνεγκεῖν τὰ ὁλοκαυτώματα ἐπὶ τὸ θυσιαστήριον κυρίου κατὰ τὴν ἐντολὴν τοῦ βασιλέως Ἰωσία

17  καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες τὸ φασεχ ἐν τῷ καιρῷ ἐκείνῳ καὶ τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας

18  καὶ οὐκ ἐγένετο φασεχ ὅμοιον αὐτῷ ἐν Ἰσραὴλ ἀπὸ ἡμερῶν Σαμουὴλ τοῦ προφήτου καὶ πάντες βασιλεῖς Ἰσραὴλ οὐκ ἐποίησαν ὡς τὸ φασεχ ἐποίησεν Ἰωσιας καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται καὶ πᾶς Ἰοῦδα καὶ Ἰσραὴλ εὑρεθεὶς καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ τῷ κυρίῳ

19  τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰωσία

19a  καὶ τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας καὶ τὰ θαραφὶν καὶ τὰ εἴδωλα καὶ τὰ καρασιμ ἦν ἐν γῇ Ἰοῦδα καὶ ἐν Ἱερουσαλὴμ ἐνεπύρισεν βασιλεὺς Ἰωσιας ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τοῦ βιβλίου οὗ εὗρεν Χελκιὰς ἱερεὺς ἐν τῷ οἴκῳ κυρίου

19b  ὅμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ ὃς ἐπέστρεψεν πρὸς κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ καὶ ἐν ὅλῃ ἰσχύϊ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ καὶ μετ᾿ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ

19c  πλὴν οὐκ ἀπεστράφη κύριος ἀπὸ ὀργῆς θυμοῦ αὐτοῦ τοῦ μεγάλου οὗ ὠργίσθη θυμῷ κύριος ἐν τῷ Ἰοῦδα ἐπὶ πάντα τὰ παροργίσματα παρώργισεν Μανασσῆς

19d  καὶ εἶπεν κύριος καί γε τὸν Ιούδαν ἀποστήσω ἀπὸ προσώπου μου καθὼς ἀπέστησα τὸν Ἰσραὴλ καὶ ἀπωσάμην τὴν πόλιν ἣν ἐξελεξάμην τὴν Ἱερουσαλὴμ καὶ τὸν οἶκον ὃν εἶπα ἔσται τὸ ὄνομά μου ἐκεῖ

20  καὶ ἀνέβη Φαραὼ Νεχαω βασιλεὺς Αἰγύπτου ἐπὶ τὸν βασιλέα Ἀσσυρίων ἐπὶ τὸν ποταμὸν Εὐφράτην καὶ ἐπορεύθη βασιλεὺς Ἰωσιας εἰς συνάντησιν αὐτῷ

21  καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀγγέλους λέγων τί ἐμοὶ καὶ σοί βασιλεῦ Ἰοῦδα οὐκ ἐπὶ σὲ ἥκω σήμερον πόλεμον ποιῆσαι καὶ θεὸς εἶπεν κατασπεῦσαί με πρόσεχε ἀπὸ τοῦ θεοῦ τοῦ μετ᾿ ἐμοῦ μὴ καταφθείρῃ σὲ

22  καὶ οὐκ ἀπέστρεψεν Ἰωσιας τὸ πρόσωπον αὐτοῦ ἀπ᾿ αὐτοῦ ἀλλ᾿ πολεμεῖν αὐτὸν ἐκραταιώθη καὶ οὐκ ἤκουσεν τῶν λόγων Νεχαω διὰ στόματος θεοῦ καὶ ἦλθεν τοῦ πολεμῆσαι ἐν τῷ πεδίῳ Μαγεδὼν

23  καὶ ἐτόξευσαν οἱ τοξόται ἐπὶ βασιλέα Ἰωσιαν καὶ εἶπεν βασιλεὺς τοῖς παισὶν αὐτοῦ ἐξαγάγετέ με ὅτι ἐπόνεσα σφόδρα

24  καὶ ἐξήγαγον αὐτὸν οἱ παῖδες αὐτοῦ ἀπὸ τοῦ ἅρματος καὶ ἀνεβίβασαν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δευτερεῦον ἦν αὐτῷ καὶ ἤγαγον αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ ἀπέθανεν καὶ ἐτάφη μετὰ τῶν πατέρων αὐτοῦ καὶ πᾶς Ἰοῦδα καὶ Ἱερουσαλὴμ ἐπένθησαν ἐπὶ Ἰωσιαν

25  καὶ ἐθρήνησεν Ἱερεμίας ἐπὶ Ἰωσιαν καὶ εἶπαν πάντες οἱ ἄρχοντες καὶ αἱ ἄρχουσαι θρῆνον ἐπὶ Ἰωσιαν ἕως τῆς σήμερον καὶ ἔδωκαν αὐτὸν εἰς πρόσταγμα ἐπὶ Ἰσραὴλ καὶ ἰδοὺ γέγραπται ἐπὶ τῶν θρήνων

26  καὶ ἦσαν οἱ λόγοι Ἰωσία καὶ ἐλπὶς αὐτοῦ γεγραμμένα ἐν νόμῳ κυρίου

27  καὶ οἱ λόγοι αὐτοῦ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίῳ βασιλέων Ἰσραὴλ καὶ Ἰοῦδα




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era