Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 13

1  ἐν τῷ ὀκτωκαιδεκάτῳ ἔτει τῆς βασιλείας Ἰεροβοὰμ ἐβασίλευσεν Ἀβιὰ ἐπὶ Ιούδαν

2  ἔτη τρία ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Μααχὰ θυγάτηρ Ὀυριὴλ ἀπὸ Γαβαὼν καὶ πόλεμος ἦν ἀνὰ μέσον Ἀβιὰ καὶ ἀνὰ μέσον Ἰεροβοὰμ

3  καὶ παρετάξατο Ἀβιὰ τὸν πόλεμον ἐν δυνάμει πολεμισταῖς δυνάμεως τετρακοσίαις χιλιάσιν ἀνδρῶν δυνατῶν καὶ Ἰεροβοὰμ παρετάξατο πρὸς αὐτὸν πόλεμον ἐν ὀκτακοσίαις χιλιάσιν δυνατοὶ πολεμισταὶ δυνάμεως

4  καὶ ἀνέστη Ἀβιὰ ἀπὸ τοῦ ὄρους Σομορὼν ἐστιν ἐν τῷ ὄρει Ἐφραὶμ καὶ εἶπεν ἀκούσατε Ἰεροβοὰμ καὶ πᾶς Ἰσραὴλ

5  οὐχ ὑμῖν γνῶναι ὅτι κύριος θεὸς Ἰσραὴλ ἔδωκεν βασιλείαν ἐπὶ τὸν Ἰσραὴλ εἰς τὸν αἰῶνα τῷ Δαυὶδ καὶ τοῖς υἱοῖς αὐτοῦ διαθήκην ἁλός

6  καὶ ἀνέστη Ἰεροβοὰμ τοῦ Ναβὰτ παῖς Σαλωμὼν τοῦ Δαυὶδ καὶ ἀπέστη ἀπὸ τοῦ κυρίου αὐτοῦ

7  καὶ συνήχθησαν πρὸς αὐτὸν ἄνδρες λοιμοὶ υἱοὶ παράνομοι καὶ ἀντέστη πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ Ῥοβοὰμ ἦν νεώτερος καὶ δειλὸς τῇ καρδίᾳ καὶ οὐκ ἀντέστη κατὰ πρόσωπον αὐτοῦ

8  καὶ νῦν λέγετε ὑμεῖς ἀντιστῆναι κατὰ πρόσωπον βασιλείας κυρίου διὰ χειρὸς υἱῶν Δαυὶδ καὶ ὑμεῖς πλῆθος πολύ καὶ μεθ᾿ ὑμῶν μόσχοι χρυσοῖ οὓς ἐποίησεν ὑμῖν Ἰεροβοὰμ εἰς θεούς

9  οὐκ ἐξεβάλετε τοὺς ἱερεῖς κυρίου τοὺς υἱοὺς Ἀαρὼν καὶ τοὺς Λευίτας καὶ ἐποιήσατε ἑαυτοῖς ἱερεῖς ἐκ τοῦ λαοῦ τῆς γῆς πᾶς προσπορευόμενος πληρῶσαι τὰς χεῖρας ἐν μόσχῳ ἐκ βοῶν καὶ κριοῖς ἑπτὰ καὶ ἐγίνετο εἰς ἱερέα τῷ μὴ ὄντι θεῷ

10  καὶ ἡμεῖς κύριον τὸν θεὸν ἡμῶν οὐκ ἐγκατελίπομεν καὶ οἱ ἱερεῖς αὐτοῦ λειτουργοῦσιν τῷ κυρίῳ οἱ υἱοὶ Ἀαρὼν καὶ οἱ Λευῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν

11  θυμιῶσιν τῷ κυρίῳ ὁλοκαυτώματα πρωῒ καὶ δείλης καὶ θυμίαμα συνθέσεως καὶ προθέσεις ἄρτων ἐπὶ τῆς τραπέζης τῆς καθαρᾶς καὶ λυχνία χρυσῆ καὶ οἱ λυχνοὶ τῆς καύσεως ἀνάψαι δείλης ὅτι φυλάσσομεν ἡμεῖς τὰς φυλακὰς κυρίου τοῦ θεοῦ τῶν πατέρων ἡμῶν καὶ ὑμεῖς ἐγκατελίπετε αὐτόν

12  καὶ ἰδοὺ μεθ᾿ ἡμῶν ἐν ἀρχῇ κύριος καὶ οἱ ἱερεῖς αὐτοῦ καὶ αἱ σάλπιγγες τῆς σημασίας τοῦ σημαίνειν ἐφ᾿ ὑμᾶς οἱ υἱοὶ τοῦ Ἰσραὴλ πολεμήσετε πρὸς κύριον θεὸν τῶν πατέρων ἡμῶν ὅτι οὐκ εύοδωθήσεται ὑμῖν

13  καὶ Ἰεροβοὰμ ἀπέστρεψεν τὸ ἔνεδρον ἐλθεῖν αὐτῶν ἐκ τῶν ὄπισθεν καὶ ἐγένετο ἔμπροσθεν Ἰοῦδα καὶ τὸ ἔνεδρον ἐκ τῶν ὄπισθεν

14  καὶ ἀπέστρεψεν Ἰούδας καὶ ἰδοὺ αὐτοῖς πόλεμος ἐκ τῶν ἔμπροσθεν καὶ ἐκ τῶν ὄπισθεν καὶ ἐβόησαν πρὸς κύριον καὶ οἱ ἱερεῖς ἐσάλπισαν ταῖς σάλπιγξιν

15  καὶ ἐβόησαν ἄνδρες Ἰοῦδα καὶ ἐγένετο ἐν τῷ βοᾶν ἄνδρας Ἰοῦδα καὶ κύριος ἐπάταξεν τὸν Ἰεροβοὰμ καὶ τὸν Ἰσραὴλ ἐναντίον Ἀβιὰ καὶ Ἰοῦδα

16  καὶ ἔφυγον οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Ἰοῦδα καὶ παρέδωκεν αὐτοὺς κύριος εἰς τὰς χεῖρας αὐτῶν

17  καὶ ἐπάταξεν ἐν αὐτοῖς Ἀβιὰ καὶ λαὸς αὐτοῦ πληγὴν μεγάλην καὶ ἔπεσον τραυματίαι ἀπὸ Ἰσραὴλ πεντακόσιαι χιλιάδες ἄνδρες δυνατοί

18  καὶ ἐταπεινώθησαν οἱ υἱοὶ Ἰσραὴλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ κατίσχυσαν οἱ υἱοὶ Ἰοῦδα ὅτι ἤλπισαν ἐπὶ κύριον θεὸν τῶν πατέρων αὐτῶν

19  καὶ κατεδίωξεν Ἀβιὰ ὀπίσω Ἰεροβοὰμ καὶ προκατελάβετο παρ᾿ αὐτοῦ πόλεις τὴν Βαιθὴλ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἰσανὰ καὶ τὰς κώμας αὐτῆς καὶ τὴν Ἐφρὼν καὶ τὰς κώμας αὐτῆς

20  καὶ οὐκ ἔσχεν ἰσχὺν Ἰεροβοὰμ ἔτι πάσας τὰς ἡμέρας Ἀβιὰ καὶ ἐπάταξεν αὐτὸν κύριος καὶ ἐτελεύτησεν

21  καὶ κατίσχυσεν Ἀβιὰ καὶ ἔλαβεν ἑαυτῷ γυναῖκας δέκα τέσσαρας καὶ ἐγέννησεν υἱοὺς εἴκοσι δύο καὶ θυγατέρας δέκα ἕξ

22  καὶ οἱ λοιποὶ λόγοι Ἀβιὰ καὶ αἱ πράξεις αὐτοῦ καὶ οἱ λόγοι αὐτοῦ γεγραμμένοι ἐπὶ βιβλίῳ τοῦ προφήτου Ἀδδὼ

23  καὶ ἀπέθανεν Ἀβιὰ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ καὶ ἐβασίλευσεν Ἀσὰ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν ταῖς ἡμέραις Ἀσὰ ἡσύχασεν γῆ Ἰοῦδα ἔτη δέκα




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era