1 καὶ ἦλθεν Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ἐξεκκλησίασεν τὸν Ιούδαν καὶ Βενιαμὶν ἑκατὸν ὀγδοήκοντα χιλιάδας νεανίσκων ποιούντων πόλεμον καὶ ἐπολέμει πρὸς Ἰσραὴλ τοῦ ἐπιστρέψαι τὴν βασιλείαν τῷ Ῥοβοὰμ
2 καὶ ἐγένετο λόγος κυρίου πρὸς Σαμαιὰν ἄνθρωπον τοῦ θεοῦ λέγων
3 εἰπὸν πρὸς Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν καὶ πρὸς πάντα Ιούδαν καὶ Βενιαμὶν λέγων
4 τάδε λέγει κύριος οὐκ ἀναβήσεσθε καὶ οὐ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν ἀποστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ὅτι παρ᾿ ἐμοῦ ἐγένετο τὸ ῥῆμα τοῦτο καὶ ἐπήκουσαν τοῦ λόγου κυρίου καὶ ἀπεστράφησαν τοῦ μὴ πορευθῆναι ἐπὶ Ἰεροβοὰμ
5 καὶ κατῴκησεν Ῥοβοὰμ εἰς Ἱερουσαλὴμ καὶ ᾠκοδόμησεν πόλεις τειχήρεις ἐν τῇ Ιουδαίᾳ
6 καὶ ᾠκοδόμησεν τὴν Βαιθλεὲμ καὶ τὴν Αἰτὰμ καὶ τὴν Θεκωὲ
7 καὶ τὴν Βαιθσουρα καὶ τὴν Σοκχὼθ καὶ τὴν Ὀδολλὰμ
8 καὶ τὴν Γὲθ καὶ τὴν Μαρισὰν καὶ τὴν Ζὶφ
9 καὶ τὴν Ἀδωραιμ καὶ τὴν Λαχὶς καὶ τὴν Ἀζηκὰ
10 καὶ τὴν Σαραὰ καὶ τὴν Αἰαλων καὶ τὴν Χεβρὼν ἥ ἐστιν τοῦ Ἰοῦδα καὶ Βενιαμὶν πόλεις τειχήρεις
11 καὶ ὠχύρωσεν αὐτὰς τείχεσιν καὶ ἔδωκεν ἐν αὐταῖς ἡγουμένους καὶ παραθέσεις βρωμάτων ἔλαιον καὶ οἶνον
12 κατὰ πόλιν καὶ κατὰ πόλιν θυρεοὺς καὶ δόρατα καὶ κατίσχυσεν αὐτὰς εἰς πλῆθος σφόδρα καὶ ἦσαν αὐτῷ Ἰοῦδα καὶ Βενιαμὶν
13 καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται οἳ ἦσαν ἐν παντὶ Ἰσραὴλ συνήχθησαν πρὸς αὐτὸν ἐκ πάντων τῶν ὁρίων
14 ὅτι ἐγκατέλιπον οἱ Λευῖται τὰ σκηνώματα τῆς κατασχέσεως αὐτῶν καὶ ἐπορεύθησαν πρὸς Ιούδαν εἰς Ἱερουσαλὴμ ὅτι ἐξέβαλεν αὐτοὺς Ἰεροβοὰμ καὶ οἱ υἱοὶ αὐτοῦ τοῦ μὴ λειτουργεῖν κυρίῳ
15 καὶ κατέστησεν ἑαυτῷ ἱερεῖς τῶν ὑψηλῶν καὶ τοῖς εἰδώλοις καὶ τοῖς ματαίοις καὶ τοῖς μόσχοις ἃ ἐποίησεν Ἰεροβοὰμ
16 καὶ ἐξέβαλεν αὐτοὺς ἀπὸ φυλῶν Ἰσραὴλ οἳ ἔδωκαν καρδίαν αὐτῶν τοῦ ζητῆσαι κύριον θεὸν Ἰσραὴλ καὶ ἦλθον εἰς Ἱερουσαλὴμ θῦσαι κυρίῳ θεῷ τῶν πατέρων αὐτῶν
17 καὶ κατίσχυσαν τὴν βασιλείαν Ἰοῦδα καὶ κατίσχυσαν Ῥοβοὰμ τὸν τοῦ Σαλωμὼν εἰς ἔτη τρία ὅτι ἐπορεύθη ἐν ταῖς ὁδοῖς Δαυὶδ καὶ Σαλωμὼν ἔτη τρία
18 καὶ ἔλαβεν ἑαυτῷ Ῥοβοὰμ γυναῖκα τὴν Μολλαθ θυγατέρα Ἰεριμοὺθ υἱοῦ Δαυὶδ Ἀβαιαν θυγατέρα Ἐλιὰβ τοῦ Ἰεσσαὶ
19 καὶ ἔτεκεν αὐτῷ υἱοὺς τὸν Ἰαοὺς καὶ τὸν Σαμαριαν καὶ τὸν Ῥοολλαμ
20 καὶ μετὰ ταῦτα ἔλαβεν ἑαυτῷ τὴν Μααχὰ θυγατέρα Ἀβεσσαλὼμ καὶ ἔτεκεν αὐτῷ τὸν Ἀβιὰ καὶ τὸν Ἰεθθι καὶ τὸν Ζιζὰ καὶ τὸν Ἐμμωθ
21 καὶ ἠγάπησεν Ῥοβοὰμ τὴν Μααχαν θυγατέρα Ἀβεσσαλὼμ ὑπὲρ πάσας τὰς γυναῖκας αὐτοῦ καὶ τὰς παλλακὰς αὐτοῦ ὅτι γυναῖκας δέκα ὀκτὼ εἶχεν καὶ παλλακὰς τριάκοντα καὶ ἐγέννησεν υἱοὺς εἴκοσι ὀκτὼ καὶ θυγατέρας ἑξήκοντα
22 καὶ κατέστησεν εἰς ἄρχοντα Ῥοβοὰμ τὸν Ἀβιὰ τὸν τῆς Μααχὰ εἰς ἡγούμενον ἐν τοῖς ἀδελφοῖς αὐτοῦ ὅτι βασιλεῦσαι διενοεῖτο αὐτόν
23 καὶ ηὐξήθη παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ ἐν πᾶσιν τοῖς ὁρίοις Ἰοῦδα καὶ Βενιαμὶν καὶ ἐν ταῖς πόλεσιν ταῖς ὀχυραῖς καὶ ἔδωκεν αὐταῖς τροφὰς πλῆθος πολὺ καὶ ᾐτήσατο πλῆθος γυναικῶν