Car Repair Manuals

II Chronicles

Παραλειπομένων Β'

Chapter 25

1  ὢν πέντε καὶ εἴκοσι ἐτῶν ἐβασίλευσεν Ἀμασίας καὶ εἴκοσι ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωαδεν ἀπὸ Ἱερουσαλὴμ

2  καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον κυρίου ἀλλ᾿ οὐκ ἐν καρδίᾳ πλήρει

3  καὶ ἐγένετο ὡς κατέστη βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐθανάτωσεν τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸν βασιλέα πατέρα αὐτοῦ

4  καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινεν κατὰ τὴν διαθήκην τοῦ νόμου κυρίου καθὼς γέγραπται ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ἀλλ᾿ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται

5  καὶ συνήγαγεν Ἀμασίας τὸν οἶκον Ἰοῦδα καὶ ἀνέστησεν αὐτοὺς κατ᾿ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ἰοῦδα καὶ Ἱερουσαλὴμ καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας δυνατοὺς ἐξελθεῖν εἰς πόλεμον κρατοῦντας δόρυ καὶ θυρεόν

6  καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύϊ ἑκατὸν ταλάντων ἀργυρίου

7  καὶ ἄνθρωπος τοῦ θεοῦ ἦλθεν πρὸς αὐτὸν λέγων βασιλεῦ οὐ πορπορεύσεται μετὰ σοῦ δύναμις Ἰσραὴλ ὅτι οὐκ ἔστιν κύριος μετὰ Ἰσραὴλ πάντων τῶν υἱῶν Ἐφραὶμ

8  ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις καὶ τροπώσεταί σὲ κύριος ἐναντίον τῶν ἐχθρῶν ὅτι ἔστιν παρὰ κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι

9  καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ θεοῦ καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἔδωκα τῇ δυνάμει Ἰσραὴλ καὶ εἶπεν ἄνθρωπος τοῦ θεοῦ ἔστιν τῷ κυρίῳ δοῦναί σοὶ πλεῖστα τούτων

10  καὶ διεχώρισεν Ἀμασίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραὶμ ἀπελθεῖν εἰς τὸν τόπον αὐτῶν καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ιούδαν καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ

11  καὶ Ἀμασίας κατίσχυσεν καὶ παρέλαβεν τὸν λαὸν αὐτοῦ καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηὶρ δέκα χιλιάδας

12  καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰοῦδα καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ καὶ πάντες διερρήγνυντο

13  καὶ οἱ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Ἀμασίας τοῦ μὴ πορευθῆναι μετ᾿ αὐτοῦ εἰς πόλεμον καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰοῦδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρὼν καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας καὶ ἐσκύλευσαν σκῦλα πολλά

14  καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασιαν πατάξαντα τὴν Ἰδουμαίαν καὶ ἤνεγκεν πρὸς αὐτοὺς τοὺς θεοὺς υἱῶν Σηὶρ καὶ ἔστησεν αὐτοὺς ἑαυτῷ εἰς θεοὺς καὶ ἐναντίον αὐτῶν προσεκύνει καὶ αὐτοῖς αὐτὸς ἔθυεν

15  καὶ ἐγένετο ὀργὴ κυρίου ἐπὶ Ἀμασιαν καὶ ἀπέστειλεν αὐτῷ προφήτας καὶ εἶπαν αὐτῷ τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ οἳ οὐκ ἐξείλαντο τὸν λαὸν αὐτῶν ἐκ χειρός σου

16  καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ καὶ εἶπεν αὐτῷ μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σὲ πρόσεχε μὴ μαστιγωθῇς καὶ ἐσιώπησεν προφήτης καὶ εἶπεν ὅτι γινώσκω ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σὲ ὅτι ἐποίησας τοῦτο καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου

17  καὶ ἐβουλεύσατο Ἀμασίας καὶ ἀπέστειλεν πρὸς Ἰωὰς υἱὸν Ἰωαχαζ υἱοῦ Ἰοὺ βασιλέα Ἰσραὴλ λέγων δεῦρο ὀφθῶμεν προσώποις

18  καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμασιαν βασιλέα Ἰοῦδα λέγων αχουχ ἐν τῷ Λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ καὶ ἦλθαν τὰ θηρία καὶ κατεπάτησαν τὸν αχουχ

19  εἶπας ἰδοὺ ἐπάταξας τὴν Ἰδουμαίαν καὶ ἐπαίρει σὲ καρδία βαρεῖα νῦν κάθησο ἐν οἴκῳ σου καὶ ἵνα τί συμβάλλεις ἐν κακίᾳ καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ

20  καὶ οὐκ ἤκουσεν Ἀμασίας ὅτι παρὰ κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας ὅτι ἐξεζήτησεν τοὺς θεοὺς τῶν Ἰδουμαίων

21  καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραὴλ καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασίας βασιλεὺς Ἰοῦδα ἐν Βαιθσαμὺς ἐστιν τοῦ Ἰοῦδα

22  καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραὴλ καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα

23  καὶ τὸν Ἀμασιαν βασιλέα Ἰοῦδα τὸν τοῦ Ἰωὰς κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμὺς καὶ εἰσήγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἱερουσαλὴμ ἀπὸ πύλης Ἐφραὶμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις

24  καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ παρὰ τῷ Ἀβδεδὸμ καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν

25  καὶ ἔζησεν Ἀμασίας τοῦ Ἰωὰς βασιλεὺς Ἰοῦδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωαχαζ βασιλέα Ἰσραὴλ ἔτη δέκα πέντε

26  καὶ οἱ λοιποὶ λόγοι Ἀμασιοὺ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ἰοῦδα καὶ Ἰσραὴλ

27  καὶ ἐν τῷ καιρῷ ἀπέστη Ἀμασίας ἀπὸ κυρίου καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχὶς καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχὶς καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ

28  καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυὶδ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era