Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 25

1  καὶ ἀπέθανεν Σαμουὴλ καὶ συναθροίζονται πᾶς Ἰσραὴλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Ἀρμαθαὶμ καὶ ἀνέστη Δαυὶδ καὶ κατέβη εἰς τὴν ἔρημον Μαὰν

2  καὶ ἦν ἄνθρωπος ἐν τῇ Μαὰν καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ καὶ ἄνθρωπος μέγας σφόδρα καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ

3  καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβὰλ καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀβιγαία καὶ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα καὶ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν καὶ ἄνθρωπος κυνικός

4  καὶ ἤκουσεν Δαυὶδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβὰλ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ

5  καὶ Δαυὶδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβὰλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην

6  καὶ ἐρεῖτε τάδε εἰς ὥρας καὶ σὺ ὑγιαίνων καὶ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα

7  καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοὶ νῦν οἱ ποιμένες σου οἳ ἦσαν μεθ᾿ ἡμῶν ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ

8  ἐρώτησον τὰ παιδάριά σου καὶ ἀπαγγελοῦσίν σοὶ καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου ὅτι ἐφ᾿ ἡμέραν ἀγαθὴν ἥκομεν δὸς δὴ ἐὰν εὕρῃ χείρ σου τῷ υἱῷ σου τῷ Δαυὶδ

9  καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβὰλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυὶδ καὶ ἀνεπήδησεν

10  καὶ ἀπεκρίθη Ναβὰλ τοῖς παισὶν Δαυὶδ καὶ εἶπεν τίς Δαυὶδ καὶ τίς υἱὸς Ἰεσσαὶ σήμερον πεπληθυμμένοι εἰσὶν οἱ δοῦλοι ἀναχωροῦντες ἕκαστος ἐκ προσώπου τοῦ κυρίου αὐτοῦ

11  καὶ λήμψομαι τοὺς ἄρτους μου καὶ τὸν οἶνόν μου καὶ τὰ θύματά μου τέθυκα τοῖς κείρουσίν μου τὰ πρόβατα καὶ δώσω αὐτὰ ἀνδράσιν οἷς οὐκ οἶδα πόθεν εἰσίν

12  καὶ ἀπεστράφησαν τὰ παιδάρια Δαυὶδ εἰς ὁδὸν αὐτῶν καὶ ἀνέστρεψαν καὶ ἦλθον καὶ ἀνήγγειλαν τῷ Δαυὶδ κατὰ τὰ ῥήματα ταῦτα

13  καὶ εἶπεν Δαυὶδ τοῖς ἀνδράσιν αὐτοῦ ζώσασθε ἕκαστος τὴν ῥομφαίαν αὐτοῦ καὶ ἀνέβησαν ὀπίσω Δαυὶδ ὡς τετρακόσιοι ἄνδρες καὶ οἱ διακόσιοι ἐκάθισαν μετὰ τῶν σκευῶν

14  καὶ τῇ Ἀβιγαία γυναικὶ Ναβὰλ ἀπήγγειλεν ἓν τῶν παιδαρίων λέγων ἰδοὺ Δαυὶδ ἀπέστειλεν ἀγγέλους ἐκ τῆς ἐρήμου εὐλογῆσαι τὸν κύριον ἡμῶν καὶ ἐξέκλινεν ἀπ᾿ αὐτῶν

15  καὶ οἱ ἄνδρες ἀγαθοὶ ἡμῖν σφόδρα οὐκ ἀπεκώλυσαν ἡμᾶς οὐδὲ ἐνετείλαντο ἡμῖν πάσας τὰς ἡμέρας ἃς ἦμεν παρ᾿ αὐτοῖς καὶ ἐν τῷ εἶναι ἡμᾶς ἐν ἀγρῷ

16  ὡς τεῖχος ἦσαν περὶ ἡμᾶς καὶ τὴν νύκτα καὶ τὴν ἡμέραν πάσας τὰς ἡμέρας ἃς ἤμεθα παρ᾿ αὐτοῖς ποιμαίνοντες τὸ ποίμνιον

17  καὶ νῦν γνῶθι καὶ ἰδὲ τί σὺ ποιήσεις ὅτι συντετέλεσται κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ καὶ οὗτος υἱὸς λοιμός καὶ οὐκ ἔστιν λαλῆσαι πρὸς αὐτόν

18  καὶ ἔσπευσεν Ἀβιγαία καὶ ἔλαβεν διακοσίους ἄρτους καὶ δύο ἀγγεῖα οἴνου καὶ πέντε πρόβατα πεποιημένα καὶ πέντε οἰφὶ ἀλφίτου καὶ γομόρ ἓν σταφίδος καὶ διακοσίας παλάθας καὶ ἔθετο ἐπὶ τοὺς ὄνους

19  καὶ εἶπεν τοῖς παιδαρίοις αὐτῆς προπορεύεσθε ἔμπροσθέν μου καὶ ἰδοὺ ἐγὼ ὀπίσω ὑμῶν παραγίνομαι καὶ τῷ ἀνδρὶ αὐτῆς οὐκ ἀπήγγειλεν

20  καὶ ἐγενήθη αὐτῆς ἐπιβεβηκυίης ἐπὶ τὴν ὄνον καὶ καταβαινούσης ἐν σκέπῃ τοῦ ὄρους καὶ ἰδοὺ Δαυὶδ καὶ οἱ ἄνδρες αὐτοῦ κατέβαινον εἰς συνάντησιν αὐτῆς καὶ ἀπήντησεν αὐτοῖς

21  καὶ Δαυὶδ εἶπεν ἴσως εἰς ἄδικον πεφύλακα πάντα τὰ αὐτοῦ ἐν τῇ ἐρήμῳ καὶ οὐκ ἐνετειλάμεθα λαβεῖν ἐκ πάντων τῶν αὐτοῦ οὐθέν καὶ ἀνταπέδωκέν μοι πονηρὰ ἀντὶ ἀγαθῶν

22  τάδε ποιήσαι θεὸς τῷ Δαυὶδ καὶ τάδε προσθείη εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβὰλ ἕως πρωῒ οὐροῦντα πρὸς τοῖχον

23  καὶ εἶδεν Ἀβιγαία τὸν Δαυὶδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυὶδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν

24  ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν ἐν ἐμοί κύριέ μου ἀδικία λαλησάτω δὴ δούλη σου εἰς τὰ ὦτά σου καὶ ἄκουσον τῆς δούλης σου λόγον

25  μὴ δὴ θέσθω κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὕτως ἐστίν Ναβὰλ ὄνομα αὐτῷ καὶ ἀφροσύνη μετ᾿ αὐτοῦ καὶ ἐγὼ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου ἀπέστειλας

26  καὶ νῦν κύριε ζῇ κύριος καὶ ζῇ ψυχή σου καθὼς ἐκώλυσέν σὲ κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σῴζειν τὴν χεῖρά σου σοὶ καὶ νῦν γένοιντο ὡς Ναβὰλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά

27  καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην ἣν ἐνήνοχεν δούλη σου τῷ κυρίῳ μου καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου

28  ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου ὅτι ποιῶν ποιήσει κύριος τῷ κυρίῳ μου οἶκον πιστόν ὅτι πόλεμον κυρίου κύριός μου πολεμεῖ καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε

29  καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σὲ καὶ ζητῶν τὴν ψυχήν σου καὶ ἔσται ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεθήσῃ τῆς ζωῆς παρὰ κυρίῳ τῷ θεῷ καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης

30  καὶ ἔσται ὅτι ποιήσει κύριος τῷ κυρίῳ μου πάντα ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ καὶ ἐντελεῖταί σοὶ κύριος εἰς ἡγούμενον ἐπὶ Ἰσραὴλ

31  καὶ οὐκ ἔσται σοὶ τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ καὶ ἀγαθώσει κύριος τῷ κυρίῳ μου καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ

32  καὶ εἶπεν Δαυὶδ τῇ Ἀβιγαία εὐλογητὸς κύριος θεὸς Ἰσραὴλ ὃς ἀπέστειλέν σὲ σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μου

33  καὶ εὐλογητὸς τρόπος σου καὶ εὐλογημένη σὺ ἀποκωλύσασά με σήμερον ἐν ταύτῃ μὴ ἐλθεῖν εἰς αἵματα καὶ σῶσαι χεῖρά μου ἐμοί

34  πλὴν ὅτι ζῇ κύριος θεὸς Ἰσραὴλ ὃς ἀπεκώλυσέν με σήμερον τοῦ κακοποιῆσαί σὲ ὅτι εἰ μὴ ἔσπευσας καὶ παρεγένου εἰς ἀπάντησίν μοι τότε εἶπα εἰ ὑπολειφθήσεται τῷ Ναβὰλ ἕως φωτὸς τοῦ πρωῒ οὐρῶν πρὸς τοῖχον

35  καὶ ἔλαβεν Δαυὶδ ἐκ χειρὸς αὐτῆς πάντα ἔφερεν αὐτῷ καὶ εἶπεν αὐτῇ ἀνάβηθι εἰς εἰρήνην εἰς οἶκόν σου βλέπε ἤκουσα τῆς φωνῆς σου καὶ ᾑρέτισα τὸ πρόσωπόν σου

36  καὶ παρεγενήθη Ἀβιγαία πρὸς Ναβὰλ καὶ ἰδοὺ αὐτῷ πότος ἐν οἴκῳ αὐτοῦ ὡς πότος βασιλέως καὶ καρδία Ναβὰλ ἀγαθὴ ἐπ᾿ αὐτόν καὶ αὐτὸς μεθύων ἕως σφόδρα καὶ οὐκ ἀπήγγειλεν αὐτῷ ῥῆμα μικρὸν μέγα ἕως φωτὸς τοῦ πρωί

37  καὶ ἐγένετο πρωί ὡς ἐξένηψεν ἀπὸ τοῦ οἴνου Ναβὰλ ἀπήγγειλεν αὐτῷ γυνὴ αὐτοῦ τὰ ῥήματα ταῦτα καὶ ἐναπέθανεν καρδία αὐτοῦ ἐν αὐτῷ καὶ αὐτὸς γίνεται ὡς λίθος

38  καὶ ἐγένετο ὡσεὶ δέκα ἡμέραι καὶ ἐπάταξεν κύριος τὸν Ναβὰλ καὶ ἀπέθανεν

39  καὶ ἤκουσεν Δαυὶδ καὶ εἶπεν εὐλογητὸς κύριος ὃς ἔκρινεν τὴν κρίσιν τοῦ ὀνειδισμοῦ μου ἐκ χειρὸς Ναβὰλ καὶ τὸν δοῦλον αὐτοῦ περιεποιήσατο ἐκ χειρὸς κακῶν καὶ τὴν κακίαν Ναβὰλ ἀπέστρεψεν κύριος εἰς κεφαλὴν αὐτοῦ καὶ ἀπέστειλεν Δαυὶδ καὶ ἐλάλησεν περὶ Ἀβιγαιὰς λαβεῖν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα

40  καὶ ἦλθον οἱ παῖδες Δαυὶδ πρὸς Ἀβιγαιὰν εἰς Κάρμηλον καὶ ἐλάλησαν αὐτῇ λέγοντες Δαυὶδ ἀπέστειλεν ἡμᾶς πρὸς σὲ λαβεῖν σὲ αὐτῷ εἰς γυναῖκα

41  καὶ ἀνέστη καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον καὶ εἶπεν ἰδοὺ δούλη σου εἰς παιδίσκην νίψαι πόδας τῶν παίδων σου

42  καὶ ἀνέστη Ἀβιγαία καὶ ἐπέβη ἐπὶ τὴν ὄνον καὶ πέντε κοράσια ἠκολούθουν αὐτῇ καὶ ἐπορεύθη ὀπίσω τῶν παίδων Δαυὶδ καὶ γίνεται αὐτῷ εἰς γυναῖκα

43  καὶ τὴν Ἀχιναὰμ ἔλαβεν Δαυὶδ ἐξ Ἰεζραὲλ καὶ ἀμφότεραι ἦσαν αὐτῷ γυναῖκες

44  καὶ Σαοὺλ ἔδωκεν Μελχὸλ τὴν θυγατέρα αὐτοῦ τὴν γυναῖκα Δαυὶδ τῷ Φαλτὶ υἱῷ Λαὶς τῷ ἐκ Ῥομμα




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era