Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 22

1  καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυὶδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλὰμ καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ

2  καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ καὶ ἦν ἐπ᾿ αὐτῶν ἡγούμενος καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες

3  καὶ ἀπῆλθεν Δαυὶδ ἐκεῖθεν εἰς Μασσηφὰ τῆς Μωὰβ καὶ εἶπεν πρὸς βασιλέα Μωὰβ γινέσθωσαν δὴ πατήρ μου καὶ μήτηρ μου παρὰ σοί ἕως ὅτου γνῶ τί ποιήσει μοι θεός

4  καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωὰβ καὶ κατῴκουν μετ᾿ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυὶδ ἐν τῇ περιοχῇ

5  καὶ εἶπεν Γὰδ προφήτης πρὸς Δαυὶδ μὴ κάθου ἐν τῇ περιοχῇ πορεύου καὶ ἥξεις εἰς γῆν Ἰοῦδα καὶ ἐπορεύθη Δαυὶδ καὶ ἦλθεν καὶ ἐκάθισεν ἐν πόλει Σαριχ

6  καὶ ἤκουσεν Σαοὺλ ὅτι ἔγνωσται Δαυὶδ καὶ οἱ ἄνδρες οἱ μετ᾿ αὐτοῦ καὶ Σαοὺλ ἐκάθητο ἐν τῷ βουνῷ ὑπὸ τὴν ἄρουραν τὴν ἐν Ῥαμὰ καὶ τὸ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντες οἱ παῖδες αὐτοῦ παρειστήκεισαν αὐτῷ

7  καὶ εἶπεν Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ τοὺς παρεστηκότας αὐτῷ καὶ εἶπεν αὐτοῖς ἀκούσατε δή υἱοὶ Βενιαμὶν εἰ ἀληθῶς πᾶσιν ὑμῖν δώσει υἱὸς Ἰεσσαὶ ἀγροὺς καὶ ἀμπελῶνας καὶ πάντας ὑμᾶς τάξει ἑκατοντάρχους καὶ χιλιάρχους

8  ὅτι σύγκεισθε πάντες ὑμεῖς ἐπ᾿ ἐμέ καὶ οὐκ ἔστιν ἀποκαλύπτων τὸ ὠτίον μου ἐν τῷ διαθέσθαι τὸν υἱόν μου διαθήκην μετὰ τοῦ υἱοῦ Ἰεσσαὶ καὶ οὐκ ἔστιν πονῶν περὶ ἐμοῦ ἐξ ὑμῶν καὶ ἀποκαλύπτων τὸ ὠτίον μου ὅτι ἐπήγειρεν υἱός μου τὸν δοῦλόν μου ἐπ᾿ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡμέρα αὕτη

9  καὶ ἀποκρίνεται Δωὴκ Σύρος καθεστηκὼς ἐπὶ τὰς ἡμιόνους Σαοὺλ καὶ εἶπεν ἑόρακα τὸν υἱὸν Ἰεσσαὶ παραγινόμενον εἰς Νομβα πρὸς Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ τὸν ἱερέα

10  καὶ ἠρώτα αὐτῷ διὰ τοῦ θεοῦ καὶ ἐπισιτισμὸν ἔδωκεν αὐτῷ καὶ τὴν ῥομφαίαν Γολιὰδ τοῦ ἀλλοφύλου ἔδωκεν αὐτῷ

11  καὶ ἀπέστειλεν βασιλεὺς καλέσαι τὸν Ἀβιμέλεχ υἱὸν Ἀχιτὼβ καὶ πάντας τοὺς υἱοὺς τοῦ πατρὸς αὐτοῦ τοὺς ἱερεῖς τοὺς ἐν Νομβα καὶ παρεγένοντο πάντες πρὸς τὸν βασιλέα

12  καὶ εἶπεν Σαοὺλ ἄκουε δή υἱὲ Ἀχιτὼβ καὶ εἶπεν ἰδοὺ ἐγώ λάλει κύριε

13  καὶ εἶπεν αὐτῷ Σαοὺλ ἵνα τί συνέθου κατ᾿ ἐμοῦ σὺ καὶ υἱὸς Ἰεσσαὶ δοῦναί σὲ αὐτῷ ἄρτον καὶ ῥομφαίαν καὶ ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ θέσθαι αὐτὸν ἐπ᾿ ἐμὲ εἰς ἐχθρὸν ὡς ἡμέρα αὕτη

14  καὶ ἀπεκρίθη τῷ βασιλεῖ καὶ εἶπεν καὶ τίς ἐν πᾶσιν τοῖς δούλοις σου ὡς Δαυὶδ πιστὸς καὶ γαμβρὸς τοῦ βασιλέως καὶ ἄρχων παντὸς παραγγέλματός σου καὶ ἔνδοξος ἐν τῷ οἴκῳ σου

15  σήμερον ἦργμαι ἐρωτᾶν αὐτῷ διὰ τοῦ θεοῦ μηδαμῶς μὴ δότω βασιλεὺς κατὰ τοῦ δούλου αὐτοῦ λόγον καὶ ἐφ᾿ ὅλον τὸν οἶκον τοῦ πατρός μου ὅτι οὐκ ᾔδει δοῦλος σὸς ἐν πᾶσιν τούτοις ῥῆμα μικρὸν μέγα

16  καὶ εἶπεν βασιλεὺς Σαοὺλ θανάτῳ ἀποθανῇ Ἀβιμέλεχ σὺ καὶ πᾶς οἶκος τοῦ πατρός σου

17  καὶ εἶπεν βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ᾿ αὐτόν προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου ὅτι χεὶρ αὐτῶν μετὰ Δαυὶδ καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ἐπενεγκεῖν τὰς χεῖρας αὐτῶν ἀπαντῆσαι εἰς τοὺς ἱερεῖς κυρίου

18  καὶ εἶπεν βασιλεὺς τῷ Δωὴκ ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς καὶ ἐπεστράφη Δωὴκ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τριακοσίους καὶ πέντε ἄνδρας πάντας αἴροντας ἐφοὺδ

19  καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου

20  καὶ διασῴζεται υἱὸς εἷς τῷ Ἀβιμέλεχ υἱῷ Ἀχιτὼβ καὶ ὄνομα αὐτῷ Ἀβιαθὰρ καὶ ἔφυγεν ὀπίσω Δαυὶδ

21  καὶ ἀπήγγειλεν Ἀβιαθὰρ τῷ Δαυὶδ ὅτι ἐθανάτωσεν Σαοὺλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου

22  καὶ εἶπεν Δαυὶδ τῷ Ἀβιαθὰρ ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωὴκ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαοὺλ ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου

23  κάθου μετ᾿ ἐμοῦ μὴ φοβοῦ ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον ζητήσω καὶ τῇ ψυχῇ σου ὅτι πεφύλαξαι σὺ παρ᾿ ἐμοί




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era