Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 5

1  καὶ ἀλλόφυλοι ἔλαβον τὴν κιβωτὸν τοῦ θεοῦ καὶ εἰσήνεγκαν αὐτὴν ἐξ Ἀβεννεζερ εἰς Ἀ;ζωτον

2  καὶ ἔλαβον ἀλλόφυλοι τὴν κιβωτὸν κυρίου καὶ εἰσήνεγκαν αὐτὴν εἰς οἶκον Δαγὼν καὶ παρέστησαν αὐτὴν παρὰ Δαγὼν

3  καὶ ὤρθρισαν οἱ Ἀ;ζώτιοι καὶ εἰσῆλθον εἰς οἶκον Δαγὼν καὶ εἶδον καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ τοῦ θεοῦ καὶ ἤγειραν τὸν Δαγὼν καὶ κατέστησαν εἰς τὸν τόπον αὐτοῦ καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ τοὺς Ἀ;ζωτίους καὶ ἐβασάνισεν αὐτοὺς καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν τὴν Ἀ;ζωτον καὶ τὰ ὅρια αὐτῆς

4  καὶ ἐγένετο ὅτε ὤρθρισαν τὸ πρωί καὶ ἰδοὺ Δαγὼν πεπτωκὼς ἐπὶ πρόσωπον αὐτοῦ ἐνώπιον κιβωτοῦ διαθήκης κυρίου καὶ κεφαλὴ Δαγὼν καὶ ἀμφότερα τὰ ἴχνη χειρῶν αὐτοῦ ἀφῃρημένα ἐπὶ τὰ ἐμπρόσθια ἀμαφὲθ ἕκαστον καὶ ἀμφότεροι οἱ καρποὶ τῶν χειρῶν αὐτοῦ πεπτωκότες ἐπὶ τὸ πρόθυρον πλὴν ῥάχις Δαγὼν ὑπελείφθη

5  διὰ τοῦτο οὐκ ἐπιβαίνουσιν οἱ ἱερεῖς Δαγὼν καὶ πᾶς εἰσπορευόμενος εἰς οἶκον Δαγὼν ἐπὶ βαθμὸν οἴκου Δαγὼν ἐν Ἀζώτῳ ἕως τῆς ἡμέρας ταύτης ὅτι ὑπερβαίνοντες ὑπερβαίνουσιν

6  καὶ ἐβαρύνθη χεὶρ κυρίου ἐπὶ Ἀ;ζωτον καὶ ἐπήγαγεν αὐτοῖς καὶ ἐξέζεσεν αὐτοῖς εἰς τὰς ναῦς καὶ μέσον τῆς χώρας αὐτῆς ἀνεφύησαν μύες καὶ ἐγένετο σύγχυσις θανάτου μεγάλη ἐν τῇ πόλει

7  καὶ εἶδον οἱ ἄνδρες Ἀζώτου ὅτι οὕτως καὶ λέγουσιν ὅτι οὐ καθήσεται κιβωτὸς τοῦ θεοῦ Ἰσραὴλ μεθ᾿ ἡμῶν ὅτι σκληρὰ χεὶρ αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ Δαγὼν θεὸν ἡμῶν

8  καὶ ἀποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων πρὸς αὐτοὺς καὶ λέγουσιν τί ποιήσωμεν κιβωτῷ θεοῦ Ἰσραὴλ καὶ λέγουσιν οἱ Γεθθαῖοι μετελθέτω κιβωτὸς τοῦ θεοῦ πρὸς ἡμᾶς καὶ μετῆλθεν κιβωτὸς τοῦ θεοῦ εἰς Γεθθὰ

9  καὶ ἐγενήθη μετὰ τὸ μετελθεῖν αὐτὴν καὶ γίνεται χεὶρ κυρίου ἐν τῇ πόλει τάραχος μέγας σφόδρα καὶ ἐπάταξεν τοὺς ἄνδρας τῆς πόλεως ἀπὸ μικροῦ ἕως μεγάλου καὶ ἐπάταξεν αὐτοὺς εἰς τὰς ἕδρας αὐτῶν καὶ ἐποίησαν ἑαυτοῖς οἱ Γεθθαῖοι ἕδρας

10  καὶ ἐξαποστέλλουσιν τὴν κιβωτὸν τοῦ θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐγενήθη ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ εἰς Ἀσκαλῶνα καὶ ἐβόησαν οἱ Ἀ;σκαλωνῖται λέγοντες τί ἀπεστρέψατε πρὸς ἡμᾶς τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ θανατῶσαι ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν

11  καὶ ἐξαποστέλλουσιν καὶ συνάγουσιν τοὺς σατράπας τῶν ἀλλοφύλων καὶ εἶπον ἐξαποστείλατε τὴν κιβωτὸν τοῦ θεοῦ Ἰσραὴλ καὶ καθισάτω εἰς τὸν τόπον αὐτῆς καὶ οὐ μὴ θανατώσῃ ἡμᾶς καὶ τὸν λαὸν ἡμῶν ὅτι ἐγενήθη σύγχυσις θανάτου ἐν ὅλῃ τῇ πόλει βαρεῖα σφόδρα ὡς εἰσῆλθεν κιβωτὸς θεοῦ Ἰσραὴλ ἐκεῖ

12  καὶ οἱ ζῶντες καὶ οὐκ ἀποθανόντες ἐπλήγησαν εἰς τὰς ἕδρας καὶ ἀνέβη κραυγὴ τῆς πόλεως εἰς τὸν οὐρανόν




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era