Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 19

1  καὶ ἐλάλησεν Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν Δαυὶδ καὶ Ἰωνάθαν υἱὸς Σαοὺλ ᾑρεῖτο τὸν Δαυὶδ σφόδρα

2  καὶ ἀπήγγειλεν Ἰωνάθαν τῷ Δαυὶδ λέγων Σαοὺλ ζητεῖ θανατῶσαί σὲ φύλαξαι οὖν αὔριον πρωῒ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ

3  καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι τι ἐὰν καὶ ἀπαγγελῶ σοὶ

4  καὶ ἐλάλησεν Ἰωνάθαν περὶ Δαυὶδ ἀγαθὰ πρὸς Σαοὺλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν μὴ ἁμαρτησάτω βασιλεὺς εἰς τὸν δοῦλόν σου Δαυὶδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα

5  καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην καὶ πᾶς Ἰσραὴλ εἶδον καὶ ἐχάρησαν καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν Δαυὶδ δωρεάν

6  καὶ ἤκουσεν Σαοὺλ τῆς φωνῆς Ἰωνάθαν καὶ ὤμοσεν Σαοὺλ λέγων ζῇ κύριος εἰ ἀποθανεῖται

7  καὶ ἐκάλεσεν Ἰωνάθαν τὸν Δαυὶδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα καὶ εἰσήγαγεν Ἰωνάθαν τὸν Δαυὶδ πρὸς Σαοὺλ καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν

8  καὶ προσέθετο πόλεμος γενέσθαι πρὸς Σαοὺλ καὶ κατίσχυσεν Δαυὶδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ

9  καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ Σαοὺλ καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ Δαυὶδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ

10  καὶ ἔντερα Σαοὺλ πατάξαι τὸ δόρυ εἰς Δαυὶδ καὶ ἀπέστη Δαυὶδ ἐκ προσώπου Σαοὺλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον καὶ Δαυὶδ ἀνεχώρησεν καὶ διεσώθη

11  καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους εἰς οἶκον Δαυὶδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τῷ Δαυὶδ Μελχὸλ γυνὴ αὐτοῦ λέγουσα ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην αὔριον θανατωθήσῃ

12  καὶ κατάγει Μελχὸλ τὸν Δαυὶδ διὰ τῆς θυρίδος καὶ ἀπῆλθεν καὶ ἔφυγεν καὶ σῴζεται

13  καὶ ἔλαβεν Μελχὸλ τὰ κενοτάφια καὶ ἔθετο ἐπὶ τὴν κλίνην καὶ ἧπαρ τῶν αἰγῶν ἔθετο πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ

14  καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ καὶ λέγουσιν ἐνοχλεῖσθαι αὐτόν

15  καὶ ἀποστέλλει ἐπὶ τὸν Δαυὶδ λέγων ἀγάγετε αὐτὸν ἐπὶ τῆς κλίνης πρός με τοῦ θανατῶσαι αὐτόν

16  καὶ ἔρχονται οἱ ἄγγελοι καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ

17  καὶ εἶπεν Σαοὺλ τῇ Μελχὸλ ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη καὶ εἶπεν Μελχὸλ τῷ Σαοὺλ αὐτὸς εἶπεν ἐξαπόστειλόν με εἰ δὲ μή θανατώσω σὲ

18  καὶ Δαυὶδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαοὺλ καὶ ἐπορεύθη Δαυὶδ καὶ Σαμουὴλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ῥαμὰ

19  καὶ ἀπηγγέλη τῷ Σαοὺλ λέγοντες ἰδοὺ Δαυὶδ ἐν Ναυαθ ἐν Ῥαμὰ

20  καὶ ἀπέστειλεν Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαυὶδ καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν καὶ Σαμουὴλ εἱστήκει καθεστηκὼς ἐπ᾿ αὐτῶν καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαοὺλ πνεῦμα θεοῦ καὶ προφητεύουσιν

21  καὶ ἀπηγγέλη τῷ Σαοὺλ καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους καὶ ἐπροφήτευσαν καὶ αὐτοί καὶ προσέθετο Σαοὺλ ἀποστεῖλαι ἀγγέλους τρίτους καὶ ἐπροφήτευσαν καὶ αὐτοί

22  καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Ἀρμαθαὶμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν ποῦ Σαμουὴλ καὶ Δαυὶδ καὶ εἶπαν ἰδοὺ ἐν Ναυαθ ἐν Ῥαμὰ

23  καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ῥαμὰ καὶ ἐγενήθη καὶ ἐπ᾿ αὐτῷ πνεῦμα θεοῦ καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ῥαμὰ

24  καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα διὰ τοῦτο ἔλεγον εἰ καὶ Σαοὺλ ἐν προφήταις




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era