1 καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη Ναὰς ὁ Ἀμμανίτης καὶ παρεμβάλλει ἐπὶ Ιαβὶς Γαλαὰδ καὶ εἶπον πάντες οἱ ἄνδρες Ιαβὶς πρὸς Ναὰς τὸν Ἀμμανίτην διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοὶ
2 καὶ εἶπεν πρὸς αὐτοὺς Ναὰς ὁ Ἀμμανίτης ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ Ἰσραὴλ
3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες Ιαβὶς ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον Ἰσραὴλ ἐὰν μὴ ᾖ ὁ σῴζων ἡμᾶς ἐξελευσόμεθα πρὸς ὑμᾶς
4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς Γαβαὰ πρὸς Σαοὺλ καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν
5 καὶ ἰδοὺ Σαοὺλ ἤρχετο μετὰ τὸ πρωῒ ἐξ ἀγροῦ καὶ εἶπεν Σαοὺλ τί ὅτι κλαίει ὁ λαός καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν Ιαβὶς
6 καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ Σαοὺλ ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα καὶ ἐθυμώθη ἐπ᾿ αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα
7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον Ἰσραὴλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω Σαοὺλ καὶ ὀπίσω Σαμουὴλ κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν Ἰσραὴλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς
8 καὶ ἐπισκέπτεται αὐτοὺς Ἀβιεζεκ ἐν Βαμὰ πᾶν ἄνδρα Ἰσραὴλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας Ἰοῦδα ἑβδομήκοντα χιλιάδας
9 καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν Ιαβὶς αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν Ιαβὶς καὶ εὐφράνθησαν
10 καὶ εἶπαν οἱ ἄνδρες Ιαβὶς πρὸς Ναὰς τὸν Ἀμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν
11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο Σαοὺλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς Ἀμμὼν ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό
12 καὶ εἶπεν ὁ λαὸς πρὸς Σαμουὴλ τίς ὁ εἴπας ὅτι Σαοὺλ οὐ βασιλεύσει ἡμῶν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς
13 καὶ εἶπεν Σαοὺλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν Ἰσραὴλ
14 καὶ εἶπεν Σαμουὴλ πρὸς τὸν λαὸν λέγων πορπορευθῶμεν εἰς Γαλγαλὰ καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν
15 καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς Γαλγαλὰ καὶ ἔχρισεν Σαμουὴλ ἐκεῖ τὸν Σαοὺλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν Γαλγάλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη Σαμουὴλ καὶ πᾶς Ἰσραὴλ ὥστε λίαν