Car Repair Manuals

I Samuel

Σαμουηλ Α' (Βασιλειων Α')

Chapter 7

1  καὶ ἔρχονται οἱ ἄνδρες Καριαθιαρὶμ καὶ ἀνάγουσιν τὴν κιβωτὸν διαθήκης κυρίου καὶ εἰσάγουσιν αὐτὴν εἰς οἶκον Ἀμιναδὰβ τὸν ἐν τῷ βουνῷ καὶ τὸν Ἐλεαζὰρ υἱὸν αὐτοῦ ἡγίασαν φυλάσσειν τὴν κιβωτὸν διαθήκης κυρίου

2  καὶ ἐγενήθη Ἀφ᾿ ἧς ἡμέρας ἦν κιβωτὸς ἐν Καριαθιαρὶμ ἐπλήθυναν αἱ ἡμέραι καὶ ἐγένοντο εἴκοσι ἔτη καὶ ἐπέβλεψεν πᾶς οἶκος Ἰσραὴλ ὀπίσω κυρίου

3  καὶ εἶπεν Σαμουὴλ πρὸς πάντα οἶκον Ἰσραὴλ λέγων εἰ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὑμεῖς ἐπιστρέφετε πρὸς κύριον περιέλετε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν καὶ τὰ ἄλση καὶ ἑτοιμάσατε τὰς καρδίας ὑμῶν πρὸς κύριον καὶ δουλεύσατε αὐτῷ μόνῳ καὶ ἐξελεῖται ὑμᾶς ἐκ χειρὸς ἀλλοφύλων

4  καὶ περιεῖλον οἱ υἱοὶ Ἰσραὴλ τὰς Βααλὶμ καὶ τὰ ἄλση Ἀσταρὼθ καὶ ἐδούλευσαν κυρίῳ μόνῳ

5  καὶ εἶπεν Σαμουὴλ ἀθροίσατε πάντα Ἰσραὴλ εἰς Μασσηφαθ καὶ προσεύξομαι περὶ ὑμῶν πρὸς κύριον

6  καὶ συνήχθησαν εἰς Μασσηφαθ καὶ ὑδρεύονται ὕδωρ καὶ ἐξέχεαν ἐνώπιον κυρίου ἐπὶ τὴν γῆν καὶ ἐνήστευσαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπαν ἡμαρτήκαμεν ἐνώπιον κυρίου καὶ ἐδίκαζεν Σαμουὴλ τοὺς υἱοὺς Ἰσραὴλ εἰς Μασσηφαθ

7  καὶ ἤκουσαν οἱ ἀλλόφυλοι ὅτι συνηθροίσθησαν πάντες οἱ υἱοὶ Ἰσραὴλ εἰς Μασσηφαθ καὶ ἀνέβησαν σατράπαι ἀλλοφύλων ἐπὶ Ἰσραὴλ καὶ ἀκούουσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐφοβήθησαν ἀπὸ προσώπου ἀλλοφύλων

8  καὶ εἶπαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς Σαμουὴλ μὴ παρασιωπήσῃς Ἀφ᾿ ἡμῶν τοῦ μὴ βοᾶν πρὸς κύριον θεόν σου καὶ σώσει ἡμᾶς ἐκ χειρὸς ἀλλοφύλων

9  καὶ ἔλαβεν Σαμουὴλ ἄρνα γαλαθηνὸν ἕνα καὶ ἀνήνεγκεν αὐτὸν ὁλοκαύτωσιν σὺν παντὶ τῷ λαῷ τῷ κυρίῳ καὶ ἐβόησεν Σαμουὴλ πρὸς κύριον περὶ Ἰσραὴλ καὶ ἐπήκουσεν αὐτοῦ κύριος

10  καὶ ἦν Σαμουὴλ ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ ἀλλόφυλοι προσῆγον εἰς πόλεμον ἐπὶ Ἰσραὴλ καὶ ἐβρόντησεν κύριος ἐν φωνῇ μεγάλῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τοὺς ἀλλοφύλους καὶ συνεχύθησαν καὶ ἔπταισαν ἐνώπιον Ἰσραὴλ

11  καὶ ἐξῆλθαν ἄνδρες Ἰσραὴλ ἐκ Μασσηφαθ καὶ κατεδίωξαν τοὺς ἀλλοφύλους καὶ ἐπάταξαν αὐτοὺς ἕως ὑποκάτω τοῦ Βαιθχορ

12  καὶ ἔλαβεν Σαμουὴλ λίθον ἕνα καὶ ἔστησεν αὐτὸν ἀνὰ μέσον Μασσηφαθ καὶ ἀνὰ μέσον τῆς παλαιᾶς καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ἀβενεζερ λίθος τοῦ βοηθοῦ καὶ εἶπεν ἕως ἐνταῦθα ἐβοήθησεν ἡμῖν κύριος

13  καὶ ἐταπείνωσεν κύριος τοὺς ἀλλοφύλους καὶ οὐ προσέθεντο ἔτι προσελθεῖν εἰς ὅριον Ἰσραὴλ καὶ ἐγενήθη χεὶρ κυρίου ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας τοῦ Σαμουὴλ

14  καὶ ἀπεδόθησαν αἱ πόλεις ἃς ἔλαβον οἱ ἀλλόφυλοι παρὰ τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπέδωκαν αὐτὰς τῷ Ἰσραὴλ ἀπὸ Ἀσκαλῶνος ἕως Ἀζοβ καὶ τὸ ὅριον Ἰσραὴλ ἀφείλαντο ἐκ χειρὸς ἀλλοφύλων καὶ ἦν εἰρήνη ἀνὰ μέσον Ἰσραὴλ καὶ ἀνὰ μέσον τοῦ Ἀμορραίου

15  καὶ ἐδίκαζεν Σαμουὴλ τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ

16  καὶ ἐπορεύετο κατ᾿ ἐνιαυτὸν ἐνιαυτὸν καὶ ἐκύκλου Βαιθὴλ καὶ τὴν Γαλγαλὰ καὶ τὴν Μασσηφαθ καὶ ἐδίκαζεν τὸν Ἰσραὴλ ἐν πᾶσι τοῖς ἡγιασμένοις τούτοις

17  δὲ ἀποστροφὴ αὐτοῦ εἰς Ἀρμαθαὶμ ὅτι ἐκεῖ ἦν οἶκος αὐτοῦ καὶ ἐδίκαζεν ἐκεῖ τὸν Ἰσραὴλ καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era