1 Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ τὸ πονηρὸν ἐνώπιον κυρίου, καὶ ἔδωκεν αὐτοὺς κύριος ἐν χειρὶ Μαδιὰμ ἑπτὰ ἔτη. 2 καὶ ἴσχυσεν χεὶρ Μαδιὰμ ἐπὶ Ἰσραήλ· καὶ ἐποίησαν ἑαυτοῖς οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ προσώπου Μαδιὰμ τὰς τρυμαλιὰς τὰς ἐν τοῖς ὄρεσιν καὶ τὰ σπήλαια καὶ τὰ κρεμαστά. 3 καὶ ἐγένετο ἐὰν ἔσπειραν οἱ υἱοὶ Ἰσραήλ, καὶ ἀνέβαιναν Μαδιὰμ καὶ Ἀμαλήκ, καὶ οἱ υἱοὶ ἀνατολῶν συνανέβαινον αὐτοῖς· 4 καὶ παρενέβαλον εἰς αὐτοὺς καὶ κατέφθειραν τοὺς καρποὺς αὐτῶν ἕως ἐλθεῖν εἰς Γάζαν καὶ οὐ κατέλιπον ὑπόστασιν ζωῆς ἐν τῇ γῇ Ἰσραὴλ οὐδὲ ἐν τοῖς ποιμνίοις ταῦρον καὶ ὄνον· 5 ὅτι αὐτοὶ καὶ αἱ κτήσεις αὐτῶν ἀνέβαινον καὶ αἱ σκηναὶ αὐτῶν παρεγίνοντο καθὼς ἀκρὶς εἰς πλῆθος, καὶ αὐτοῖς καὶ τοῖς καμήλοις αὐτῶν οὐκ ἦν ἀριθμός, καὶ ἤρχοντο εἰς τὴν γῆν Ἰσραὴλ καὶ διέφθειρον αὐτήν. 6 καὶ ἐπτώχευσεν Ἰσραὴλ σφόδρα ἀπὸ προσώπου Μαδιάμ, καὶ ἐβόησαν οἱ υἱοὶ Ἰσραὴλ πρὸς κύριον 7 ἀπὸ προσώπου Μαδιάμ.
8 καὶ ἐξαπέστειλεν κύριος ἄνδρα προφήτην πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ εἶπεν αὐτοῖς· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· ἐγώ εἰμι ὃς ἀνήγαγον ὑμᾶς ἐκ γῆς Αἰγύπτου καὶ ἐξήγαγον ὑμᾶς ἐξ οἴκου δουλείας ὑμῶν 9 καὶ ἐρρυσάμην ὑμᾶς ἐκ χειρὸς Αἰγύπτου καὶ ἐκ χειρὸς πάντων τῶν θλιβόντων ὑμᾶς καὶ ἐξέβαλον αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔδωκα ὑμῖν τὴν γῆν αὐτῶν 10 καὶ εἶπα ὑμῖν· ἐγὼ κύριος ὁ θεὸς ὑμῶν, οὐ φοβηθήσεσθε τοὺς θεοὺς τοῦ Ἀμορραίου, ἐν οἷς ὑμεῖς καθήσεσθε ἐν τῇ γῇ αὐτῶν· καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου.
11 Καὶ ἦλθεν ἄγγελος κυρίου καὶ ἐκάθισεν ὑπὸ τὴν τερέμινθον τὴν ἐν Ἐφραθᾶ τὴν Ἰωὰς πατρὸς τοῦ Ἐσδρί, καὶ Γεδεὼν υἱὸς αὐτοῦ ῥαβδίζων σῖτον ἐν ληνῷ εἰς ἐκφυγεῖν ἀπὸ προσώπου τοῦ Μαδιάμ. 12 καὶ ὤφθη αὐτῷ ὁ ἄγγελος κυρίου καὶ εἶπεν πρὸς αὐτόν· κύριος μετὰ σου, ἰσχυρὸς τῶν δυνάμεων. 13 καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, κύριέ μου, καὶ εἰ ἔστιν κύριος μεθ᾿ ἡμῶν, εἰς τί εὗρεν ἡμᾶς τὰ κακὰ ταῦτα; καὶ ποῦ ἐστιν πάντα τὰ θαυμάσια αὐτοῦ, ἃ διηγήσαντο ἡμῖν οἱ πατέρες ἡμῶν λέγοντες, μὴ οὐχὶ ἐξ Αἰγύπτου ἀνήγαγεν ἡμᾶς κύριος; καὶ νῦν ἐξέρριψεν ἡμᾶς καὶ ἔδωκεν ἡμᾶς ἐν χειρὶ Μαδιάμ. 14 καὶ ἐπέστρεψεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου καὶ εἶπεν· πορπορεύου ἐν ἰσχύϊ σου ταύτῃ καὶ σώσεις τὸν Ἰσραὴλ ἐκ χειρὸς Μαδιάμ· ἰδοὺ ἐξαπέστειλά σὲ. 15 καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών· ἐν ἐμοί, κύριέ μου, ἐν τίνι σώσω τὸν Ἰσραήλ; ἰδοὺ ἡ χιλιάς μου ἠσθένησεν ἐν Μανασσῆ, καὶ ἐγώ εἰμι ὁ μικρότερος ἐν οἴκῳ πατρός μου. 16 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος κυρίου· κύριος ἔσται μετὰ σου καὶ πατάξεις τὴν Μαδιὰμ ὡσεὶ ἄνδρα ἕνα. 17 καὶ εἶπεν πρὸς αὐτὸν Γεδεών· εἰ δὲ εὗρον ἔλεος ἐν ὀφθαλμοῖς σου καὶ ποιήσεις μοι σήμερον πᾶν ὅ, τι ἐλάλησας μετ᾿ ἐμοῦ, 18 μὴ χωρισθῇς ἐντεῦθεν ἕως τοῦ ἐλθεῖν με πρὸς σέ, καὶ ἐξοίσω τὴν θυσίαν καὶ θήσω ἐνώπιόν σου. καὶ εἶπεν ἐγώ εἰμι, καθίομαι ἕως τοῦ ἐπιστρέψαι σὲ.
19 καὶ Γεδεὼν εἰσῆλθεν καὶ ἐποίησεν ἔριφον αἰγῶν καὶ οἰφὶ ἀλεύρου ἄζυμα καὶ τὰ κρέα ἔθηκεν ἐν τῷ κοφίνῳ καὶ τὸν ζωμὸν ἔβαλεν ἐν τῇ χύτρᾳ καὶ ἐξήνεγκεν αὐτὰ πρὸς αὐτὸν ὑπὸ τὴν τερέμινθον καὶ προσήγγισεν. 20 καὶ εἶπεν πρὸς αὐτὸν ὁ ἄγγελος τοῦ θεοῦ· λαβὲ τὰ κρέα καὶ τὰ ἄζυμα καὶ θὲς πρὸς τὴν πέτραν ἐκείνην καὶ τὸν ζωμὸν ἐχόμενα ἔκχεε· καὶ ἐποίησεν οὕτως. 21 καὶ ἐξέτεινεν ὁ ἄγγελος κυρίου τὸ ἄκρον τῆς ῥάβδου τῆς ἐν χειρὶ αὐτοῦ καὶ ἥψατο τῶν κρεῶν καὶ τῶν ἀζύμων, καὶ ἀνέβη πῦρ ἐκ τῆς πέτρας καὶ κατέφαγεν τὰ κρέα καὶ τοὺς ἀζύμους· καὶ ὁ ἄγγελος κυρίου ἐπορεύθη ἀπὸ ὀφθαλμῶν αὐτοῦ.
22 καὶ εἶδεν Γεδεὼν ὅτι ἄγγελος κυρίου οὗτός ἐστιν, καὶ εἶπεν Γεδεὼν ἆ ἆ, κύριέ μου κύριε, ὅτι εἶδον ἄγγελον κυρίου πρόσωπον πρὸς πρόσωπον. 23 καὶ εἶπεν αὐτῷ κύριος· εἰρήνη σοὶ μὴ φοβοῦ, οὐ μὴ ἀποθάνῃς.
24 καὶ ᾠκοδόμησεν ἐκεῖ Γεδεὼν θυσιαστήριον τῷ κυρίῳ καὶ ἐπεκάλεσεν αὐτῷ Εἰρήνη κυρίου ἕως τῆς ἡμέρας ταύτης, ἔτι αὐτοῦ ὄντος ἐν Ἐφραθᾶ πατρὸς τοῦ Ἐσδρί. 25 Καὶ ἐγένετο ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν αὐτῷ κύριος· λαβὲ τὸν μόσχον τὸν ταῦρον, ὅς ἐστιν τῷ πατρί σου, καὶ μόσχον δεύτερον ἑπταετῆ καὶ καθελεῖς τὸ θυσιαστήριον τοῦ Βάαλ ὅ ἐστιν τῷ πατρί σου, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτὸ ὀλεθρεύσεις. 26 καὶ οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου ἐπὶ κορυφὴν τοῦ Μαουὲκ τούτου ἐν τῇ παρατάξει καὶ λήμψῃ τὸν μόσχον τὸν δεύτερον καὶ ἀνοίσεις ὁλοκαύτωμα ἐν τοῖς ξύλοις τοῦ ἄλσους, οὗ ἐξολεθρεύσεις. 27 καὶ ἔλαβεν Γεδεὼν δέκα ἄνδρας ἀπὸ τῶν δούλων ἑαυτοῦ καὶ ἐποίησεν ὃν τρόπον ἐλάλησεν πρὸς αὐτὸν κύριος· καὶ ἐγενήθη ὡς ἐφοβήθη τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ καὶ τοὺς ἄνδρας τῆς πόλεως τοῦ ποιῆσαι ἡμέρας, καὶ ἐποίησεν νυκτός.
28 καὶ ὤρθρισαν οἱ ἄνδρες τῆς πόλεως τὸ πρωΐ, καὶ ἰδοὺ καθῄρητο τὸ θυσιαστήριον τοῦ Βάαλ, καὶ τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ ὠλέθρευτο· καὶ εἶδαν τὸν μόσχον τὸν δεύτερον, ὃν ἀνήνεγκεν ἐπὶ τὸ θυσιαστήριον τὸ ᾠκοδομημένον. 29 καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ· τίς ἐποίησεν τὸ ῥῆμα τοῦτο; καὶ ἐπεζήτησαν καὶ ἠρεύνησαν καὶ ἔγνωσαν ὅτι Γεδεὼν υἱὸς Ἰωὰς ἐποίησεν τὸ ῥῆμα τοῦτο. 30 καὶ εἶπον οἱ ἄνδρες τῆς πόλεως πρὸς Ἰωὰς· ἐξένεγκε τὸν υἱόν σου καὶ ἀποθανέτω, ὅτι καθεῖλεν τὸ θυσιαστήριον τοῦ Βάαλ καὶ ὅτι ὠλέθρευσεν τὸ ἄλσος τὸ ἐπ᾿ αὐτῷ. 31 καὶ εἶπεν Ἰωὰς τοῖς ἀνδράσιν πᾶσιν, οἳ ἐπανέστησαν αὐτῷ· μὴ ὑμεῖς νῦν δικάζεσθε ὑπὲρ τοῦ Βάαλ; ἢ ὑμεῖς σώσετε αὐτόν; ὃς ἐὰν δικάσηται αὐτῷ, θανατωθήτω ἕως πρωΐ· εἰ θεός ἐστιν δικαζέσθω αὐτῷ, ὅτι καθεῖλεν τὸ θυσιαστήριον αὐτοῦ. 32 καὶ ἐκάλεσεν αὐτὸ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ἰαρβαὰλ λέγων· δικασάσθω ἐν αὐτῷ ὁ Βάαλ, ὅτι καθῃρέθη τὸ θυσιαστήριον αὐτοῦ.
33 καὶ πᾶσα Μαδιὰμ καὶ Ἀμαλὴκ καὶ υἱοὶ ἀνατολῶν συνήχθησαν ἐπὶ τὸ αὐτὸ καὶ παρενέβαλον ἐν κοιλάδι Ἐζερεέλ. 34 καὶ πνεῦμα κυρίου ἐνεδυνάμωσεν τὸν Γεδεών, καὶ ἐσάλπισεν ἐν κερατίνῃ καὶ ἐφοβήθη Αβιεζὲρ ὀπίσω αὐτοῦ. 35 καὶ ἀγγέλους ἀπέστειλεν εἰς πάντα Μανασσῆ καὶ ἐν Ἀσὴρ καὶ ἐν Ζαβουλὼν καὶ Νεφθαλὶ καὶ ἀνέβη εἰς συνάντησιν αὐτῶν.
36 καὶ εἶπεν Γεδεὼν πρὸς τὸν θεόν· εἰ σὺ σῴζεις ἐν χειρί μου τὸν Ἰσραὴλ καθὼς ἐλάλησας, 37 ἰδοὺ ἐγὼ τίθημι τὸν πόκον τοῦ ἐρίου ἐν τῇ ἅλωνι· ἐὰν δρόσος γένηται ἐπὶ τὸν πόκον μόνον καὶ ἐπὶ πᾶσαν τὴν γῆν ξηρασία, γνώσομαι ὅτι σώσεις ἐν χειρί μου τὸν Ἰσραήλ, καθὼς ἐλάλησας. 38 καὶ ἐγένετο οὕτως· καὶ ὤρθρισεν τῇ ἐπαύριον καὶ ἐξεπίασεν τὸν πόκον, καὶ ἔσταξεν δρόσος ἀπὸ τοῦ πόκου, πλήρης λεκάνη ὕδατος. 39 καὶ εἶπεν Γεδεὼν πρὸς τὸν θεόν· μὴ δὴ ὀργισθήτω ὁ θυμός σου ἐν ἐμοί, καὶ λαλήσω ἔτι ἅπαξ· πειράσω δὲ καὶ γε ἔτι ἅπαξ ἐν τῷ πόκῳ, καὶ γενέσθω ἡ ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν γενηθήτω δρόσος. 40 καὶ ἐποίησεν οὕτως ὁ θεὸς ἐν τῇ νυκτὶ ἐκείνῃ· καὶ ἐγένετο ξηρασία ἐπὶ τὸν πόκον μόνον, καὶ ἐπὶ πᾶσαν τὴν γῆν ἐγενήθη δρόσος.