Car Repair Manuals

Judges
(Codex Vaticanus)

Κριταὶ (Βατικανὸς Κῶδιξ)

Chapter 5

1 Καὶ ᾖσαν Δεββώρα καὶ Βαρὰκ υἱὸς Ἀβινεὲμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες

2 Ἀπεκαλύφθη ἀποκάλυμμα ἐν Ἰσραήλ· ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον. 3 ἀκούσατε βασιλεῖς, καὶ ἐνωτίσασθε σατράπαι· ἐγώ εἰμι τῷ κυρίῳ, ἐγώ εἰμι ᾄσομαι, ψαλῶ τῷ κυρίῳ τῷ θεῷ Ἰσραήλ. 4 Κύριε, ἐν τῇ ἐξόδῳ σου ἐν Σηίρ, ἐν τῷ ἀπαίρειν σὲ ἐξ ἀγροῦ Ἐδώμ, γῆ ἐσείσθη καὶ οὐρανὸς ἔσταξεν δρόσους, καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ. 5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου Ἐλωί, τοῦτο Σινᾶ ἀπὸ προσώπου κυρίου θεοῦ Ἰσραήλ. 6 ἐν ἡμέραις Σαμεγὰρ υἱοῦ Ανάθ, ἐν ἡμέραις Ἰαήλ, ἐξέλιπον ὁδοὺς καὶ πορἐπορεύθησαν ἀτραπούς, πορἐπορεύθησαν ὁδοὺς διεστραμμένας. 7 ἐξέλιπον δυνατοὶ ἐν Ἰσραήλ, ἐξέλιπον, ἕως οὗ ἀναστῇ Δεββώρα, ἕως οὗ ἀναστῇ μήτηρ ἐν Ἰσραήλ. 8 ἐξελέξαντο θεοὺς καινούς, τότε ἐπολέμησαν πόλεις ἀρχόντων· θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν Ἰσραήλ.

9  καρδία μου εἰς τὰ διατεταγμένα τῷ Ἰσραήλ· οἱ ἑκουσιαζόμενοι ἐν λαῷ, εὐλογεῖτε κύριον. 10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας, καθήμενοι ἐπὶ κριτηρίου καὶ πορπορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ᾿ ὁδῷ· 11 διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων, ἀνὰ μέσον ὑδρευομένων· ἐκεῖ δώσουσιν δικαιοσύνας. κυρίῳ, δικαιοσύνας αὔξησον ἐν Ἰσραήλ. τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου. 12 ἐξεγείρου ἐξεγείρου, Δεββώρα, ἐξεγείρου ἐξεγείρου, λάλησον ᾠδήν· ἀνάστα Βαράκ, καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου, υἱὸς Ἀβινεέμ. 13 τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς· λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς

14 ἐξ ἐμοῦ. Ἐφραὶμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ Ἀμαλήκ· ὀπίσω σου, Βενιαμίν, ἐν τοῖς λαοῖς σου· ἐν ἐμοὶ Μαχὶρ κατέβησαν ἐξερευνῶντες, καὶ ἀπὸ Ζαβουλὼν ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως. 15 καὶ ἀρχηγοὶ ἐν Ἰσσαχὰρ μετὰ Δεββώρας καὶ Βαράκ. οὕτως Βαρὰκ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ· εἰς τὰς μερίδας Ῥουβὴν μεγάλοι ἐξικνούμενοι καρδίαν. 16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων; εἰς διαιρέσεις Ῥουβὴν μεγάλοι ἐξετασμοὶ καρδίας. 17 Γαλαὰδ ἐν τῷ πέραν τοῦ Ἰορδάνου ἐσκήνωσεν· καὶ Δὰν εἰς τί παροικεῖ πλοίοις; Ἀσὴρ ἐκάθισεν παραλίαν θαλασσῶν, καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει. 18 Ζαβουλὼν λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον, καὶ Νεφθαλί, ἐπὶ ὕψη ἀγροῦ.

19 ἦλθον αὐτῶν βασιλεῖς, παρετάξαντο, τότε ἐπολέμησαν βασιλεῖς Χαναάν, ἐν Θαναὰχ ἐπὶ ὕδατι Μεγεδδώ· δῶρον ἀργυρίου οὐκ ἔλαβον. 20 ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες, ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ Σισάρα. 21 χειμάρρους Κισῶν ἐξέσυρεν αὐτούς, χειμάρρους ἀρχαίων, χειμάρρους Κισῶν· καταπατήσει αὐτὸν ψυχή μου δυνατή. 22 τότε ἐνεποδίσθησαν πτέρναι ἵππου, σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ. 23 Καταρᾶσθε Μηρώζ, εἶπεν ἄγγελος κυρίου, καταρᾶσθε· ἐπικατάρατος πᾶς κατοικῶν αὐτήν· ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου, εἰς βοήθειαν ἐν δυνατοῖς.

24 εὐλογηθείη ἐν γυναιξὶν Ἰαήλ, γυνὴ Χαβὲρ τοῦ Κιναίου· ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη. 25 ὕδωρ ᾔτησεν, γάλα ἔδωκεν· ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον. 26 χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων· καὶ ἐσφυροκόπησεν Σισάρα, διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν, διήλωσεν κρόταφον αὐτοῦ. 27 ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη, ἔπεσεν καὶ ἐκοιμήθη· ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν· καθὼς κατεκλίθη, ἐκεῖ ἔπεσεν ἐξοδευθείς.

28 διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ Σισάρα ἐκτὸς τοῦ τοξικοῦ Διότι ᾐσχύνθη ἅρμα αὐτοῦ; διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ; 29 αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν, καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ· 30 Οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα; οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός· σκῦλα βαμμάτων τῷ Σισάρα, σκῦλα βαμμάτων ποικιλίας, βάμματα ποικιλτῶν αὐτά, τῷ τραχήλῳ αὐτοῦ σκῦλα. 31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου, κύριε· καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ.

32 Καὶ ἡσύχασεν γῆ τεσσαράκοντα ἔτη.




Motor Era Blog

Auto Service Repair Manuals on Motor Era